Orationes 1
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
5.p5
5.p5
ὡς δὲ καὶ θεῶν ὅσα φῦλα ἀπορροὴν τῆς Διὸς τοῦ πάντων πατρὸς δυνάμεως ἕκαστα ἔχει καὶ ἀτεχνῶς κατὰ τὴν Ὁμήρου σειρὰν ἅπαντα εἰς αὐτὸν διήρτηται καὶ πάντα ἐξ αὐτοῦ ἐξῆπται, πολὺ καλλίων ἅλυσις ἢ κατὰ χρυσῆν τε καὶ εἴ τινα ἄλλην τις ἐπινοήσειεν. ἔρωτά τε καὶ Ἀνάγκην, δύο τούτω συναγωγοτάτω τε καὶ ἰσχυροτάτω, ἐν τοῖς πρῶτα ἐγέννησεν, ὅπως αὐτῷ τὰ πάντα συνέχοιεν. τό τε θνητὸν φῦλον οὐ μιᾶς οὐδὲ τῆς αὐτῆς ἅπαν μοίρας ἠξίωσεν, οὐδὲ ἀπηνήνατο μὴ οὐ καὶ ἀνθρώπων ὡς καὶ θεῶν εἶναι πατὴρ, ἀλλʼ ἐκ τοῦ αὐτοῦ γένους ὥσπερ νῦν οἱ τὰ μύρα σκευάζοντες, ὅσον ἦν οἷον ὑποστάθμη τε καὶ ἐμμεμενηκὸς κάτω, τοῦτο ὑπελείπετο ἀνθρώπου σπέρμα εἶναι, οὔτε τιμὴν ἴσην οὔτε δύναμιν ὁμοίαν ἔχον, οὐδὲ κακῶν εἰλικρινές τε καὶ ἄμοιρον, ὥσπερ ἦν ἐκεῖνο τὸ πρότερον γένος, ὅμως δὲ ἐντιμότερον τοῦ γε ἄλλου θνητοῦ γένους, ἅτε τοῦ λόγου κεκοινωνηκὸς καὶ οὐ παντάπασιν ἀπηλλαγμένον τῆς θείας μοίρας, ἀλλʼ οἷον ὀχετοῦ ἢ πηγῆς τὸ τελευταῖον ἐσχηκός. οὕτω δὴ προεδρίαν μὲν καὶ ἀρχὰς καὶ προστασίας δίδωσι θεοῖς, δεύτερα δὲ πολὺ ὕστερον καὶ ἀνθρώποις δίδωσι, τὰ δὲ μέσα ὅσα τε ἀέρος καὶ θαλάττης θρέμματα καὶ ὅσα λοιπὰ γῆς, ὑπʼ ἀμφοτέροις ἐποίησεν, ὥσπερ οἱ ἐν τοῖς στρατοπέδοις τοὺς μὲν ἀρίστους εἰς τὸ ἔμπροσθεν τάττοντες, τοὺς δὲ δευτέρους ἐξόπισθεν, τοὺς δʼ αὖ κακοὺς, τοῦτο δὴ τὸ λεγόμενον, εἰς μέσους. καὶ τοῖς μέν γε θεοῖς τὰς τέτταρας ἀπέδωκε χώρας, ὅπως μηδαμοῦ μηδὲν κενὸν εἴη θεῶν, ἀλλὰ πανταχοῦ πᾶσι παρῶσι τοῖς οὖσί τε καὶ γιγνομένοις, τὴν δὴ πρώτην πατρίδα τὴν οὐράνιον καὶ τὴν κατʼ ἀέρα καὶ τὴν ἐν θαλάττῃ καὶ τὴν ἐπὶ γῆς οἷον ὕπαρχοί τινες καὶ σατράπαι μεμερισμένοι. τῆς δὲ ἐξ αὐτῶν προνοίας οὐδὲν πλέον ἢ ἄνθρωπον μετέχειν ἐποίησε, πανταχοῦ σώζων τοῖς γένεσι τὴν ἀξίαν καὶ τὴν τάξιν οὐκ ἀνόνητον ἀξιῶν εἶναι. ταῦτα εἰδότες ἄνθρωποι καὶ μεγάλην ὑπὲρ μεγάλων ὀφείλοντες χάριν, ὡς χρόνῳ ὕστερον