Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 1
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
6.p6
6.p6
ἀθροίζοντες ἀλλήλους πόλεις ᾤκιζον, τὰς ἀκροπόλεις ἐξεῖλον Διὶ, πρός τε τὸ τοῦ παντὸς παράδειγμα βλέποντες, ὅτι ἦν αὐτὸς τῶν ἄκρων τοῦ παντὸς οἰκήτωρ, καὶ ἅμα τῶν ἐπικαιροτάτων ἑκόντες ἐξιστάμενοι, ὡς μόνῳ τυράννων ἄρχειν εἰδότι. καὶ τοῖς ἀρχομένοις σύμφορον εἶναι τοῦ γένους τὴν οἰκειότητα κἀνταῦθα ἐνεδείξατο ἡμῖν ἐκ τῶν δευτέρων· θεῶν μὲν γὰρ βία οὐχ ἅπτεται· διὰ τοῦτο νόμων οὐδὲν δέονται· ἀνθρώποις δὲ αὖ μόνοις τῶν ἄλλων ζώων ἐνόμιζε, φόνῳ τε ὅπως μὴ φθείρωνται καὶ ἁρπαγαὶ καὶ βίαι ὅπως μὴ γίγνωνται, ἀλλὰ δίκη βίας ἔμπροσθεν ᾖ. ταῦτα δὲ ἐνομοθέτει Ζεὺς, ὅτε ἔπεμπεν εἰς ἀνθρώπους Αἰδῶ καὶ Δίκην μετὰ τῶν ἄλλων θεῶν, ἐπιμελησομένους ἀνθρώπων καὶ φυλάξοντας αὐτοῖς τὸν βίον. ἥ τε οὖν ἐξ ἀρχῆς γένεσις ἐκ Διὸς ἡμῖν, ὥσπερ καὶ τῷδε τῷ παντὶ, καὶ ἡ τοῦ βίου σωτηρία καὶ τέχναι καὶ νόμοι καὶ τὸ θνητὸν ὂν ἡμῶν γένος κατὰ μέρος ἀθάνατον εἶναι τῇ διαδοχῇ. καὶ ὁ περὶ αὐτῶν τούτων λογισμὸς Διός ἐστι μέρος. Ὅμηρος δὲ πόρρω τοῦ καιροῦ μανικὸς ἦν, ὃς ἐποίησεν ἐν θεῶν ἀγορᾷ Δία κωλύοντα θεοὺς ἀνθρώπων ἐπιμέλεσθαι· ὁ δὲ οὐ τοῦτο ἐκώλυσεν, οὐδὲ μὴ κωλύσῃ γε, αὐτὸς αὑτὸν αἰδούμενος. οὐ γὰρ θέμις αὐτῷ μεταστραφῆναι οὐδὲ ἑτέραν γνώμην ἔχειν οὔτε ὑπὸ λήθης οὔτε ὑπὸ μετανοίας ἧς ἔσχεν ἐξ ἀρχῆς, ὅτε ἐποίει θεοὺς μὲν ἀνθρώπων ἐπιμελητὰς, ἀνθρώπους δὲ θεῶν θεραπευτάς τε καὶ ὑπηρέτας· ὃ δὴ μάλιστα πρέψειν τε καὶ συνοίσειν ἔμελλεν ἀμφοτέροις. ἔστιν οὖν πάντων δὴ τῶν ὄντων Ζεὺς αἴτιός τε καὶ δημιουργὸς, καὶ διὰ τοῦτον ἅπαντα γίγνεται ὅσα τε οὐράνια καὶ ὅσα ἐπίγεια, ὥσπερ καὶ τὸ ὄνομα αὐτὸ παραδηλοῖ, οὐ πόρρω τῆς αἰτίας λεγόμενον, ἐπειδὰν λέγωμεν Δία. Ζεὺς μὲν γὰρ ὅτι ζωῆς τε καὶ οὐσίας ἑκάστοις ἐστὶν αἴτιος κέκληται ἡμῖν, αὖθις δὲ καθὸ αἰτιώμενοι τινὰς ὀνομάζομεν, κατὰ ταύτην τὴν

Intertext edge

Open linked passage

Note