Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 10
Aristides, Aelius10 68 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
68.p1
68.p1
ὅσα μὲν δὴ θεοῖς γενεθλίοις τε καὶ πατρῴοις καὶ πρό γε τούτων καὶ μετὰ τούτους τῷ σωτῆρι καὶ τοῦ βίου καθηγεμόνι καὶ πᾶν ὅ τι ἂν εἴποι τις εἰκότα ἦν ἀφʼ ἑστίας ἀρξάμενα κατηῦκται πρεπόντως· οἷς δʼ ἄν τις ἀγήλαι τήνδε τὴν ἡμέραν πρεσβεύων γε δὴ τὸν νόμον, ὃς ἐπὶ τούτοις νενίκηκεν, ἐκπληροῦται τὰ νῦν εἰς δύναμιν, πάντων πᾶσαν προθυμίαν εἰσφερομένων. ὥστʼ οὐ μικρῷ τῷ παρεῖναι τεκμήρασθαι πρὸς εὐθυμίας ὁπόσον οὐκ ἰδίᾳ μόνον, ἀλλὰ καὶ δημοσίᾳ τὸ σχῆμα τῆς πόλεως ἐπιδέδωκεν, ὥσπερ αἴσθησιν ἀθρόαν νῦν γε δὴ μάλιστα λαβούσης, ὅσῳ παραλλάττει τὰς λοιπὰς εὐδαιμονίᾳ, καθάπερ πᾶσιν οἷς ἐκρίθη πρωτεύειν δικαίοις καὶ τὴν τοῦδε γένεσιν ἔχουσα προσθεῖναι. μάλιστα μὲν γὰρ κἀκείνων ἑκάστη, λέγω δʼ ὧν τις καὶ λόγος ἐστὶ καὶ μέγα τοὔνομα, οὐκ ἀπέχονται μὴ οὐ πολίτην τιθέναι καὶ τῷ προσρήματι τούτῳ καλεῖν, ὅπου γε καὶ προστάτην ἀτεχνῶς ὥσπερ τινὲς μητέρες ἀντιποιούμεναι παιδὸς, οἷον δὴ πάρεστιν ὁρᾶν τοῦτον, τὸ μὲν εἶναι μητρὶ διδοῦσαι τῇ φύσει λαχούσῃ, τὸ κεκλῆσθαι δὲ αὐτὰς οὐκ ἀφαιρούμεναι. ὅσῳ δʼ ἐκείνας ἥδʼ ἡ πόλις θεᾶται τῇ γνώμῃ τὴν φύσιν παρελθεῖν βιαζομένας, διπλασιάζει τὸ φίλτρον. ὥστʼ ἀγαθὴν μὲν τὴν ἔριν ταύτην μόνην μάλιστα καθʼ Ἡσίοδον προσειπεῖν ἐξεῖναι, νικᾶν δὲ ἀναμφισβητήτως ταύτην, ἐφʼ ἧς αἵ τε θυσίαι γίγνονται νῦν καὶ οἱ λόγοι· ἐπεὶ καὶ τοὺς λόγους ἥδε σοι δίδωσιν, ὦ φίλτατε παίδων, οὐ τουτουσὶ μόνον, ἀλλὰ καὶ τοὺς ἐπὶ τῆς ἡμέρας ἑκάστης. ἐμὲ μέν γε σώσας θεὸς ἐκ τῶν ἐσχάτων τῇ πόλει δέδωκε· σὺ δʼ ὅτου τυγχάνεις ἐξ ἐμοῦ, παρὰ τῆς λαβούσης διδούσης ἔχεις· ὥσθʼ ὁμοῦ σοι καὶ μητέρα τὴν πόλιν ἐξεῖναι καλεῖν καὶ φάσκειν ἐπὶ τῆς

Intertext edge

Open linked passage

Note