Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 10
Aristides, Aelius10 69 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
69.p2
69.p2
αὐτῆς γνησίως τετράφθαι. τοῦτο δʼ οὐ μικρόν ἐστιν εἰς τὸν τοῦ καλοῦ λόγον οἶμαι σοί τε καὶ ταύτῃ· σοὶ μέν γε, εἰ μὴ τὴν πατρίδα ἀτιμάσας ὡς οὐκ ἂν γενναίᾳ ψυχῇ πρὸς ἄσκησιν ἀρετῆς καὶ παιδείαν ἀρκέσουσαν ξένην εἵλου θεραπεύειν ἑστίαν, τῇ δʼ ὑπάρχει φιλοτιμεῖσθαι δήπουθεν οὐδενὸς ἧττον, ὅτι σὲ μὴ μόνον ἐνεγκεῖν ηὐτύχησεν, ἀλλὰ καὶ προϊόντα ἤδη τὴν ἡλικίαν παρʼ αὑτῇ κατέσχεν, ἔτι καὶ τῇ περὶ λόγους καὶ σοφίαν σπουδῇ μετὰ τῶν ἄλλων ὧν ἔχει καλῶν σὺν ἐκείναις ἢ πρό γʼ ἐκείνων νικᾶν κριθεῖσα. ταῦτά τοι καὶ τῶν ἄθλων τῶν ἐπὶ τούτοις τῶν μὲν ἐγγύς ἐστι τοῦ τυχεῖν ἐλπίσι χρησταῖς, τὰ δʼ ἤδη κεκάρπωται παρὰ τοῦ σοῦ γένους· ἐπεὶ καὶ τοῦτʼ οὐ μικρόν ἐστιν, οἶμαι, πρὸς ἀλλήλους ὑμῖν, τὸ μὴ σὲ φῦναι μόνον αὐτὸν ἐπὶ ταυτησὶ τῆς πόλεως λέγω, προγόνους δʼ ἀλλαχόθεν ἀριθμεῖν ἔχειν, ἀλλʼ ἄνωθεν ἀρξαμένην διαδοχὴν, ὅθεν οὐδʼ εὑρεῖν ἦν ἂν διὰ χρόνου μῆκος, εἰ μὴ προέκειτο ἡ λαμπρότης, μέχρι σοῦ προχωρῆσαι, διὰ σοῦ πλήρη τὸν αἰῶνα τὸν ἑξῆς ἀναμένουσαν. ἀπὸ γάρ τοι Κοδράτου, δῆλον δʼ ἐστὶν, οἶμαι, καὶ φθεγξαμένου πᾶσιν ὁμοίως τοὔνομα, ἔξεστιν ἀριθμῷ κατιόντι τὸ γένος εἰς τοῦτον ὁρᾶν ἅπαν καθαρόν τε καὶ γνήσιον τῆσδε τῆς γῆς βλάστημα, ποιητὴς ἂν εἴποι, καὶ μάλʼ ἐπανθοῦν ἑαυτῷ καὶ μᾶλλον ἀνθῆσον, ὥσπερ ἀρχόμενον ἀεὶ καὶ μηδέποτε λῆγον, ἔστʼ ἂν ἡ τρέφουσα γῆ τουτονὶ τὸν καρπὸν ἀθάνατος μένῃ. κἄμοιγε κἀκεῖνο ἔπεισι θεωρεῖν πλεονέκτημα τοῦ γένους, ἀρτίως γάρ με εἰσῆλθε, τὸ μὲν γὰρ γνησίους πολίτας τοὺς ἀρχηγέτας ἔχειν εἰπεῖν κοινόν ἐστʼ ἴσως καὶ πρὸς ἑτέρους ἀγαθὸν, τὸ δʼ ἀπὸ τοῦ Κοδράτου γεγονέναι χωρὶς τῶν ἄλλων τῶν ἐκείνῳ προσόντων ἀναστρέφει πρὸς τοὺς λοιποὺς τὸ πλεονέκτημα. τοῖς μέν γε αὐτὸ τοῦτο ὑπάρχει φιλοτιμεῖσθαι τὸ πολίτας εἶναι, καὶ τοῦτʼ ἐστὶν αὐτοῖς τὸ μέγιστον, ὥσπερ οὖν ἔστιν· ὁ δʼ ὑπὸ τοῦ θεοῦ κληθεὶς ὡς ἀναληψόμενος τὴν πόλιν ὑπὸ

Intertext edge

Open linked passage

Note