Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 10
Aristides, Aelius10 70 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
70.p3
70.p3
χρόνου κεκμηκυῖαν αὐτὸ τοῦτο ὅπερ ἐστὶν ἐποίησεν, ὥστʼ εἶναι λοιπὸν τὰ μὲν ἄλλα γένη τῆς πόλεως φάσκειν, τοῦδε δὲ τοῦ γένους τὴν πόλιν, καίτοι τοῦτό γε οὐκ ἐμὸς ὁ λόγος, ἀλλʼ ἡ πόλις αὐτὴ συνομολογεῖ καὶ κέκραγεν ἐν τοῖς βουλευτηρίοις, ἐν τοῖς θεάτροις, ἐν ταῖς ἐκκλησίαις, ἐν ᾧ μέρει καὶ φήσαις, ἐπεὶ καὶ πᾶν ὑπʼ ἐκείνου κεκόσμηται.
70.p4
70.p4
τούτων δὲ οὕτως ἐχόντων, ὅσα μὲν ἔκγονοί τε καὶ παῖδες ἐκείνου καὶ παίδων παῖδες, τοῦτο δὴ τὸ ποιητικὸν, τὴν Ῥωμαίων ἑλόμενοι πολιτείαν λαμπροὶ λαμπρῶς διῆλθον ὀρθῶς ἄν μοι δοκῶ ποιῆσαι παραλιπών. μικρῶν μέν γε ὄντων ἐμέμνητʼ ἄν τις ἀεὶ τὸ προστυχὸν τῷ λόγῳ σεμνύνων, μεγάλων δʼ ὄντων, οὐ μὲν οὖν ἐχόντων ὑπερβολὴν ὥστʼ ἔργον εἶναι μέρους μνησθέντα διελθεῖν ἀξίως μὴ σύν τινι λαμπρᾷ τύχῃ τοῦ λόγου, τί ἄν τις τά γʼ ἐν χερσὶν ἐγκαταλιπὼν, ἃ μηδʼ αὐτὰ μικρὰ, εἰ μὴ καὶ μείζω τῶν ἀρχαίων ἐκείνων ὄντα, εὐχῆς προσδεῖται, περὶ τοῦ παντὸς ἔτι πρὸς τοῖς προκειμένοις ἀποκινδυνεύοι; κράτιστον δʼ ἂν εἴη τοὺς διὰ μέσου προγόνους τοῦ πάντʼ ἀρίστου παιδὸς ἀφέντα τῶν γʼ ἐν ὀφθαλμοῖς τρόπον τινὰ ὄντων μνησθῆναι βραχέα, καὶ τούτων ὅσα γε πρὸς τὸν παρόντα τείνει λόγον. ὑποβάλλει δʼ αὐτὸ τοὔνομα τοῦ παιδὸς, ὥστʼ οἴκοθεν οἴκαδε γένους τε ὁμοίως καὶ λόγου τὴν ἀρχὴν δίδωσι. γενναῖος μὲν δὴ καὶ καλὸς κἀγαθὸς καὶ πᾶσαν μετελθὼν ἀρετὴν, ὅσην ἀνθρώπων ἡ φύσις ἠξίωσε τῶν ὀνομάτων τούτων, εἶτα γενόμενος πατὴρ τοῦδε τοῦ παιδὸς ὁ Φρόντων, περὶ οὗ τί ἂν λέγοιμεν, προληψομένων ἅ τις ἂν εἴποι τῶν ἀκροωμένων, ἅτʼ οἶμαι μὴ πάλαι μεταστάντος τἀνδρὸς εἰς τὴν καλλίω τε καὶ θεοφιλεστέραν λῆξιν, πλὴν εἴ τις Ὁμηρικῶς βραχείᾳ προσρήσει τὸ πᾶν δηλώσειεν εἰπὼν αἵματος εἶς ἀγαθοῖο φίλον τέκος. ἀλλʼ ὁ τοῦ πατρὸς αὐτῷ πατὴρ, τούτῳ δὲ ὁμώνυμος Ἀπελλᾶς ἐκεῖνος, ἀρχὴν γὰρ οἶμαι ταύτην μικρῷ πρόσθεν

Intertext edge

Open linked passage

Note