Orationes 10
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
71.p5
71.p5
ὁ λόγος ἐνεδίδου, ποῖός τις ἡμῖν; τῶν μὲν ἄλλων οὐδὲν εἴποιμʼ ἂν τῶν ᾀδομένων εἰς μέσον, οὐκ ἀνδρείαν, οὐ μεγαλοψυχίαν, οὐχ ὅσων ἐθνῶν ἐπῆρξεν, οὐδʼ ὅσας τιμὰς ἐκ βασιλέων ἐκαρπώσατο, τούτων οὐδέν· ταῦτα μὲν γὰρ εὔξασθαι δεῖ ποτʼ εἰπεῖν περὶ τοῦδε τοῦ νῦν ὄντος ἡμῖν, καὶ χρηστάς γʼ ἔχειν ἐλπίδας ὡς πατρὸς ἀμείνων οὐ μόνον οὗτός γε, ἀλλὰ καὶ πάππου, προσθήσω δʼ ὅτι καὶ τῶν λοιπῶν προγόνων καθεστήξει, δοκοῦν τοῖς τε ἄλλοις θεοῖς καὶ τῷ Παιῶνι. ἀλλʼ ὃ κοινὸν ἤδη θεωρῶ τούτῳ τε κἀκείνῳ καθάπερ τοὔνομα, τούτου μοι μνησθῆναι δοκῶ τὰ νῦν ἐν καιρῷ, καὶ μάλʼ ἀρχόμενος τοῦ λόγου τὸ πρόσω περαίνειν, ὑπερβῆναί θʼ ὑπὸ περιττῆς ἡδονῆς οὐκ ἔχων. ἀτὰρ, ὦ δέσποτʼ Ἀσκληπιὲ, μικρῷ μέν σε πρόσθεν ἐπὶ ταῖς εὐχαῖς ἐκάλουν, παρείης δʼ ἐπὶ παντὶ, καὶ μάλιστʼ ἐπὶ τοῖς νυνὶ λεγομένοις. ὦ δέσποτα, σὸν ἦν ἔργον ἄρα καὶ τοῦτο καὶ τῆς σῆς χάριτος σόφισμα. πρότερον μὲν γὰρ τὸν Ἀπελλᾶν ἐκεῖνον οὕτω σφόδρʼ ἐποιήσω φίλον ὥστʼ οὔτʼ ἀναπαυομένου σύ γε καὶ καθεύδοντος ἠμέλεις οὔτʼ ἐγρηγορότος καὶ πονοῦντος ἀφίστασο, ἀλλʼ ἡμέρα τε καὶ νὺξ ἐποίει ταυτὸν πάντα τρόπον ἐκ μέσου φασὶ πυρὸς τὸν ἄνδρα σώζειν· τίνα δʼ οὐκ ἂν οὗτός γε καὶ ἐκ πυρὸς αἰθομένοιο βουληθεὶς ἀναρπάσειεν, ὅπου γε καὶ πυρὶ σώσειεν ἂν, εἰ τοῦτο βούλοιτο; νυνὶ δʼ, ὡς ἔοικεν, ἡμῖν ἕτερον ἀντʼ αὐτοῦ τὸν θεράποντα σεαυτῷ τρέφεις, ὥσθʼ ὁμοῦ τοὔνομα τοῦ πάππου καὶ τὴν ἐκ σοῦ τιμὴν αὐτὸν διαδέχεσθαι. καίτοι δοκῶ σέ τʼ ἂν φιλονεικῆσαι τῷ πατρὶ τῷ σῷ κἀμαυτὸν Ὁμήρῳ κατὰ τοῦτο· σοί τε γὰρ ἄμεινον τῷ παντὶ τοῦ Δηλίου παρὰ τοῖς βωμοῖς βλαστάνει τὸ φυτὸν, ἐμοί τʼ ἔξεστιν αὐτὸ φῆσαι σόν γʼ εἶναι φυτὸν, ἀλλʼ οὐχ ἑτέρῳ καθάπερ ἐκεῖνος ἀπεικάσαι. πῶς δʼ οὐχὶ τοῦ σωτῆρος αὐτοῦ τὸ πρέμνον, καὶ μάλʼ ἐν ἀκηράτοις Χαρίτων κήποις, ἐξ οὗ τῆς μακαρίας προῆλθε γαστρὸς ἐκτρεφόμενον· ἔξεστι δʼ οὐ μόνον αὐτὸ ταῖς ῥίζαις τοῦ γένους,