Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 10
Aristides, Aelius10 72 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
72.p6
72.p6
αἳ δὴ προείρηνται, ἀλλὰ καὶ τοῖς ἐπανθοῦσιν αὐτῷ κατὰ ταυτηνὶ τὴν ἡλικίαν συμβαλεῖν καὶ μάλʼ ἐναργῶς, κἀκ τῶν εἰς ψυχὴν κἀκ τῶν εἰς σῶμα φερόντων οὑτωσὶ διελόμενον. τὸ μέν γε τῆς ψυχῆς πρᾶον φθάνει τὴν ἀκμὴν τῆς ἡλικίας σπεῦδον εἰς τὸ γῆρας, οὐ μὴν κεκμηκυῖα προσέοικεν ἡ πραότης, οἵαν ἐνειργάσαντο πολλοῖς αἱ κατὰ τὸν βίον ἀνάγκαι, συνηβᾷ δὲ ἀνακεκραμένη πρέποντι φρονήματι. θεωρείτω δʼ ἀπὸ τῆς βολῆς τῶν ὀμμάτων, εἴ τις ἀπολέλειπται τοῦ μαθεῖν ἔργῳ τὸ λεγόμενον· οὔτε γὰρ ἐπανεστᾶσιν ἀτενεῖς οὔτε ὕπνῳ δή τινι καθῃρημένοις ἐοίκασιν ὑπὸ ταπεινότητος, ἀλλʼ ἡσυχῆ σεμνότης ἥμερος ἐνείρει τὸ βλέμμα. χάρις τοίνυν, ἡ παισὶν ἐκ θεῶν δῶρον προτεθεῖσα καθάπερ ἔκ τινος ὁμολογίας, οὔ τί που γυμνὴ κατὰ τοὺς ζωγράφους, ἀλλʼ αἰδῶ πολλὴν ἐπαμφιασαμένη πᾶσι τοῖς μέρεσιν ἐντέτηκεν. οὐκοῦν οὔτε ἐμειδίασεν ἄλλος σὺν Ἀφροδίτῃ τοσαύτῃ οὔτε μὴν ἔστησεν ἐρυθήματι κινούμενον ἤδη τὸν γέλωτα. οὐ τοίνυν οὔτε τὸ θυμοειδὲς αὐτὸν ἐπιλέλοιπεν, ᾧ τεκμήραιτʼ ἄν τις τὴν ἀρρένων φύσιν, οὐδέ γε εἰς ἀγρίαν καὶ θηριώδη ταύτην ἐρεθιζόμενον ἐπεξῆκται· δείγματα δʼ ἀμφοῖν τούτων αὐτὸς παρέσχηται, νῦν μὲν τῷ προσώπῳ τὴν κίνησιν τῆς ψυχῆς ἐπίδηλος ὢν, νῦν δὲ ἀτρέμα πείθων αὐτὴν ἡσυχάσαι καὶ γαλήνην ἱστάς. πειθὼ δʼ ἐν ταῖς σπουδαῖς καὶ παιδιαῖς τίς ἂν ἀπὸ τῶν τούτου χειλῶν ἀναστήσειεν οὐ φθεγξαμένου μόνον, ἀλλὰ καὶ σιωπῶντος; οὔτε γὰρ εἰπὼν ἄν τις ἐντρέψειεν οὕτως ὡς οὗτος ὃ βούλεται τῇ σιωπῇ προδείξας οὔτʼ ἂν ὁ Νέστωρ ἔτι δόξειεν ἂν, γέρων γε ὢν ἐκεῖνος, ἐοικότα φθέγγεσθαι μέλιτι παρὰ τοῦτον ἐξετασθείς. συνελόντι δʼ οὔποτε σπουδάζει δίχα φαιδρότητος, ἀλλὰ πᾶν, κἂν ᾖ χαλεπὸν, οὐκ ἔστιν ἑορτῆς ἄνευ πραχθῆναι, τό τε ἐν τῷ μέρει τερπνὸν αὐτῷ σπουδῆς οὐκ ἀπήλλακται. εἰ δὲ

Intertext edge

Open linked passage

Note