Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 10
Aristides, Aelius10 73 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
73.p7
73.p7
ὀρθῶς ἡμῖν ὁ τοῦ Πλάτωνος ἐπικελεύει λόγος, χρὴ δὲ οἴεσθαι τοῦθʼ οὕτως ἔχειν, ὥστε ἐν ταῖς παιδιαῖς τῶν μαθημάτων ὅσα ἀναγκαῖα προμεμαθηκέναι προμανθάνειν, οἷον τέκτονα μετρεῖν ἢ σταθμᾶσθαι, καὶ πολεμικὸν ἱππεύειν παίζοντα, ἤ τι τῶν τοιούτων ἄλλο ποιοῦντα, καὶ πειρᾶσθαι διὰ τῶν παιδιῶν ἐκεῖσε τρέπειν τὰς ἡδονὰς καὶ ἐπιθυμίας τῶν παίδων οἷ ἀφικομένους δεῖ τέλος ἔχειν, τοῦτʼ εἰ δεῖ φῆσαι καλῶς ἔχειν τῷ Πλάτωνι, καὶ γάρ πως ἔτυχον αὐτῶν ἀπομνημονεύσας, οὔτʼ ἀφελὼν οὐδὲν οὔτε προσθεὶς, τίς ἂν ἡμῖν ἐκ τῆς ἄλλης τῶν παίδων συμμορίας τούτῳ παράλληλος, ᾧ γε ἵππων μὲν ἅμιλλαι καὶ κυνῶν ἀσκήσεις ἀφεῖνται, τοσούτου δεῖ τι τῶν χειρόνων νοσεῖν ἢ κατὰ ταῦτα ἐν οἷς ὅ τε νῦν βίος ἐστὶν αὐτῷ καὶ ὁ λοιπὸς μέλλει γενήσεσθαι· λέγω δʼ ἀγῶνες παίδων οἱ κατὰ τὰς παλαίστρας καὶ λόγων ἅμιλλαι· προϊὼν δʼ ἤδη τῇ παιδιᾷ μαντεύεται τὸ μέλλον ἀτεχνῶς τὴν ἑαυτοῦ τύχην γυμνάζων, καὶ δικαστὴς ἤδη κάθηται, πάντως δʼ οὐκ ἠγνόηκεν ἡ φύσις τὴν διὰ τῆς παιδιᾶς ὁδὸν ἐπὶ τὴν ἀληθῆ τύχην. καὶ τούτῳ γε οὐκ ἄν τις ἐπιτιμήσειεν ὡς ἀδίκως δικάσαντι, καθάπερ τῷ Κύρῳ φασὶ τὸν διδάσκαλον τῆς δικαιοσύνης, ἐπεὶ καὶ Κύρου τὴν δικαστικήν ἐστι σοφώτερος, παρʼ οὐδενὸς αὐτὴν ἐκμαθών. τοιοῦτόν ἐστι καθαρὰ φύσις, ἐξ ἀκηράτου γε τοῦ κηροῦ πλασθεῖσα κατὰ τὸν Πλάτωνα, μέσην ὑγροῦ τε καὶ μαλθακοῦ καὶ τοῦ σκληροῦ καὶ λιθώδους τὴν πλάσιν ἔχουσα. τί δʼ ἂν εἴποις ὅταν εἰς θεὸν ἡγεμόνα τοῦ παντὸς ἀναφέρῃ καὶ θεὸν, ᾧ μέλειν ἐκ προγόνων αὐτῶν ἐδόθη πρέπων γε πατέρων ἀγαθῶν ἀγαθὸς διάδοχος ἔκγονός τε καὶ παῖς καὶ πᾶν ὅσον προσειπεῖν ἔξεστιν. ὦ τρὶς ἐκεῖνοι καὶ πολλάκις εὐδαίμονες, οἳ τὴν μόνην τῷ γένει τῷ τῶν ἀνθρώπων ἀποδοθεῖσαν ἀθανασίαν ἐν σοὶ καρπούμενοι, καὶ μετὰ τῆς μνήμης τῆς ἑαυτῶν κλῆρόν σοι μεγαλοπρεπέστερον τῶν ὑπό τε γῆν καὶ περὶ γῆν θησαυρῶν καταλιπόντες τὴν ἑαυτῶν δόξαν, ἧς ἐπιβιβάζει σε τὰ νῦν ἀσφαλῶς θεὸς αὐτὸς ἐπιστὰς αὐτὸν αἰτήσας

Intertext edge

Open linked passage

Note