Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 11
Aristides, Aelius11 75 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
75.p1
75.p1
ἡ μὲν ἐπίδειξις οὐδαμῶς εὐτυχὴς οὐδὲ κατʼ ἐλπίδας, ἀναγκαία δὲ τῆς τε πόλεως ἕνεκα καὶ τῶν οἰκείων τῶν Ἐτεωνέως καὶ προσέτι γε ἡμῶν αὐτῶν παραμυθίας. οἶμαι δʼ εἰ καὶ μήπω πρόσθεν θρῆνοι κατʼ ἀνθρώπους ἐνομίσθησαν, νῦν γε ἐπὶ τῷδε δικαίως ἂν ἄρξασθαι. τί γὰρ οὐκ ἄν τις ὀδύραιτο; πότερον τὴν ἡλικίαν ἣν ἔχων οἴχεται καὶ τὴν ἀνδρείαν ἣ κέκρυπται κακῶς, ἢ τὴν σωφροσύνην ἧς οὐδʼ ἂν παράδειγμα ῥᾳδίως εὕροι τις, ἢ τὰς ἐλπίδας ὧν στέρεται μὲν αὐτὸς, στέρονται δὲ οἰκέται καὶ φίλοι καὶ πόλις καὶ πᾶν ὅσον εἰς τὴν νῦν Ἀσίαν τελεῖ; ποῖος ταῦτα Σιμωνίδης θρηνήσει; τίς Πίνδαρος ποῖον μέλος ἢ λόγον τοιοῦτον ἐξευρών; τίς Στησίχορος ἄξιον φθέγξεται τοιούτου πάθους; ποία δὲ δύσηρις Θετταλὴ τοσοῦτον πένθος ἐπένθησεν ἐπʼ Ἀντιόχῳ τελευτήσαντι, ὅσον νῦν μητρὶ τῇ τούτου πένθος πρόκειται; οὐ μὴν

Intertext edge

Open linked passage

Note