Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 11
Aristides, Aelius11 78 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
78.p5
78.p5
προσηκούσης ἡλικίας οὐκ ἐπιλαβόμενος, τῆς δʼ ὑπαρχούσης σεμνότερος καὶ πρεσβύτερος φανεὶς, σὲ ποθοῦσι μὲν ἡλικιωτῶν χοροὶ, ποθοῦσι δὲ πρεσβύτεροι, ποθεῖ δὲ ἡ τὰ μέγιστα ἐπὶ σοὶ πόλις ἐλπίσασα, ἣν σὺ πρώην πρῶτα δὴ καὶ τελευταῖα εὔφρανας. μητρὶ δὲ ποῖαι νύκτες, ἢ τίνες ἡμέραι λοιπὸν, ἣ πρὶν μὲν ὡς καλλίπαις ᾔδετο, νῦν δʼ ἐξελήλεγκται ὡς δυστοκήσασα. ὦ κύκλοι μὲν ὀφθαλμῶν ἐκείνων κεκλειμένοι τὸν ἅπαντα ἤδη χρόνον, κεφαλὴ δὲ ἡ πρότερον χαριεστάτη νῦν ἐν κόνει. χεῖρες δὲ ἀφανεῖς. ὦ πόδες οἷον φέροντες τὸν δεσπότην ὑπεδώκατε. ὦ νυμφίου τʼ ἐλεινότερος ἄρτι καομένου καὶ στεφάνοις μᾶλλον πρέπων ἢ θρήνοις, οἵαν ἐν ὥρᾳ τὴν ἀωρίαν ἐκίνησας, ὡς πρὶν ὑμέναιον ᾀσθῆναί σοι καιρὸν εἶναι τοὺς θρήνους ᾁδειν κατέλαβεν. ὦ σχῆμα κάλλιστον. ὦ φθέγμα κοινὸν τοῖς Ἕλλησιν αὐξανόμενον, οἴχει δὴ προοιμιασάμενος, τοσοῦτον εὐφράνας ὅσον λυπῆσαι μειζόνως. ἐπέρχεταί μοι τὸ τοῦ Πινδάρου προσθεῖναι, Ἄστρα τε καὶ ποταμοὶ καὶ κύματα πόντου τὴν ἀωρίαν τὴν σὴν ἀνακαλεῖ. ὢ τοῦ δευτέρου πτώματος, οἷος ἐφʼ οἵῳ τῷ νέῳ κεῖσαι. ὢ τῆς ἐπιθήκης, οἷον αὖ τὸ δεύτερον ἡμῖν ἔσεισεν. ὢ τοῦ τραγικοῦ δαίμονος, ὃς προδείξας ἀρτίως βουλευτήρια καὶ λόγους καὶ ζῆλον καὶ χαρὰν πόρρω τούτων ἐν βραχεῖ τὸ δρᾶμα κατέκλεισεν. ὦ συμφοραὶ κοιναὶ λογίων καὶ χθονίων θεῶν. τί ποτε καὶ ἀποκρίνωμαι πρὸς τὰ ψηφίσματα; ἢ τοῦτο ὅτι Ἐτεωνεὺς οἴχεται παρὰ τοὺς κρείττονας; ὦ δεξιώτατε παίδων, οἷόν σοι πέμπω βιβλίον, οἵων τὰ νῦν ἀπολαύεις λόγων.
78.p6
78.p6
ἀλλὰ γὰρ ὥσπερ ἐν τραγῳδίᾳ τινὶ ὡς ἀληθῶς μεταξὺ τῶν ὀδυρμῶν δοκῶ μοι κατακούειν φωνῆς ἀπὸ μηχανῆς θεοῦ τινος μεταβάλλοντος τὸν θρῆνον εἰς εὐφημίαν, ὡδὶ λέγοντος, παύσασθε ὦ ἄνθρωποι, οὐκ οἰκτρὸς ὁ παῖς, μᾶλλον δὲ ἀνὴρ, οὐδὲ ἐλεεῖσθαι δίκαιος τῆς

Intertext edge

Open linked passage

Note