Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 12
Aristides, Aelius12 87 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
87.p12
87.p12
καίτοι πάντα τὸν αὐτὸν λαβεῖν ἐδόκει μέχρι τούτου τῶν ἀδυνάτων εἶναι, ὁ δὲ ἢ τῶν γε δὴ πλείστων ἀνὴρ εἷς τυχὼν φαίνεται. γνοίη δʼ ἄν τις ἐξετάσας ἓν μόνον αὐτοῦ τὸ περὶ τὴν συνουσίαν τὴν πρὸς τοὺς βασιλέας καὶ παραθεὶς τὴν Ἀριστοτέλους πρὸς Φίλιππον καὶ Ἀλέξανδρον γενομένην. ὡς ἡ μὲν ἐκείνου οὐ παντάπασιν ἀναίτιος τοῖς Ἕλλησιν, ἀλλʼ ἐδόκει τοῖς ἀνταγωνισταῖς καὶ τοῖς πολεμίοις συνεῖναι τοῦ κοινοῦ γένους, ἡ δὲ τούτου μετὰ τῆς δυνάμεως τὴν εὐδοξίαν εἶχεν. οὐ γὰρ δυσμενέσι καὶ τοῖς πολεμίοις τῶν Ἑλλήνων, ἀλλʼ εὐεργέταις, οὐδʼ ἐπὶ τῷ κοινῷ κακῷ τῶν ὁμοφύλων συνῆν, ἀλλὰ καὶ πρὸς τῷ μηδὲν ἐναντιοῦσθαι καὶ ὠφελῶν εἴ τι δυνατὸν ἀεὶ τὸν εἰς χρείαν ἐλθόντα τῶν Ἑλλήνων καὶ δημοσίᾳ πᾶσιν ἀντὶ προξένου κοινοῦ καθεστηκώς. τὴν δʼ αὖ Πλάτωνος πρὸς Διονύσιον, ὄντα μὲν δή που τὸν Διονύσιον ὅστις ὤφθη καλῶς ὕστερον ἐν Κορίνθῳ.
87.p13
87.p13
ἀλλʼ ἐῶ τοῦτο. ἀλλʼ ὅ γε ἐβουλόμην εἰπεῖν περὶ τῆς ὁμιλίας, ὅτι γενναίαν μὲν, εὐτυχῆ δὲ οὐκ ἔξεστι προσειπεῖν, αὐτῷ δὲ ὑπῆρξεν ἀμφότερα, καὶ βούλεσθαι τὰ βέλτιστα ἀεὶ καὶ τυγχάνειν. καὶ γὰρ οὖν οὐ ῥᾴδιον εὑρεῖν ὁποτέρῳ τῷ γένει μᾶλλον ἀνὴρ τίμιος, πότερα τῷ Ῥωμαίων, ἢ τῷ Ἑλληνικῷ, οὕτω πολλοῦ τοῖς ἄρχουσιν ἄξιον παρέσχεν ἑαυτόν. ἐν τίσι δὲ ἀνθρώπων οὐκ εἰκὸς ἐκείνου λόγον εἶναι καὶ πάλαι καὶ νῦν; τίνες οὕτως ἐπʼ ἐσχάτοις οἰκοῦσι; τίνες οὕτω τῶν καλῶν ἀναίσθητοι; τίς οὐ δακρύσει τῆς φήμης ἐπελθούσης; καὶ γὰρ εἰ καθʼ ὥραν ὁ θάνατος, ἀλλʼ οὐ τοῖς γε Ἕλλησιν ὡραῖον ἀνδρὸς τοιούτου στερηθῆναι. ἦ που νῦν ἅπασα μὲν ποίησις ἀπήνθηκε, πᾶσα δὲ συγγραφὴ συνέσταλται, πάντα δʼ ὑπολέλοιπε τὸν ἐξηγητὴν καὶ προστάτην οὐκ ἔχοντα, χήρα δʼ ἡ τέχνη. συνέσταλται δʼ ἀναγκαίως μικρὰ μικρῶς τοῖς πολλοῖς. ὃ δέ φησιν Ἀριστοφάνης περὶ Αἰσχύλου σκότον εἶναι τεθνηκότος, τοῦτʼ ἄξιον καὶ περὶ τούτου νῦν εἰπεῖν

Intertext edge

Open linked passage

Note