Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 12
Aristides, Aelius12 90 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
90.p17
90.p17
τοὺς θεοὺς αὐτὸς αἰτιώτατος κατέστη. καὶ μὴν τά γε ὕστερον τί τις ἂν λέγοι; ἠνίασε δέ με καὶ ἡ παράκλησις αὐτοῦ, μυρία γὰρ δὴ ἐπὶ μυρίοις καὶ αὐτὸς παρὼν καὶ διὰ γραμμάτων ὕστερον ᾔτει με τῶν συγγραμμάτων τῶν ἐμῶν ἀναθεῖναι μετὰ τῶν ἄλλων βιβλίων ὑμῖν, ἐπαγγελλόμενος τάξιν αὐτοῖς τὴν πρώτην. ἐγὼ δʼ ἔτι ἐπισκέψασθαι αὐτὰ χρῄζων οὐκ εἶχον ὑπακοῦσαι. οὕτως οὔτε ἀνέγραψεν Ἀλέξανδρος βιβλία ἡμέτερα οὔτε ἔγνω τὰ πλείω. ἀλλὰ μὴν τήν γε ψῆφον ἣν ἤνεγκεν ἀεὶ περὶ τῶν λόγων τῶν ἡμετέρων, φθόνου μὲν οὐκ οἶδα εἰ κρείττω, μείζω δὲ ὑπερβολῆς ἤνεγκεν· ἃ πάντα καὶ μεμνῆσθαί με ἐκείνου καὶ συμφορὰν οὐ φαύλην ἄγειν τὸ συμβεβηκὸς ποιεῖ, καὶ προσέτι μὴ δοκεῖν πολυπραγμονεῖν πρὸς ὑμᾶς νυνὶ διαλεγόμενον. ἐβουλόμην δʼ ἂν καὶ τὸ σῶμα βέλτιον ἔχειν μοι τῶν τε ἄλλων ἕνεκα καὶ ὅπως κἀμοί τι ἔχοιτε χρῆσθαι· ὡς ἐγὼ τοὺς ἐκείνῳ προσήκοντας ἴσον ἐμαυτῷ προσήκειν ὑπολαμβάνω.

Intertext edge

Open linked passage

Note