Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 13
Aristides, Aelius13 100 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
100.p14
100.p14
στάθμῃ, ὅταν τι βουληθῶμεν ἰδεῖν ἀκριβῶς. ὅσον γὰρ ἄν τις ἀποστῇ τῆς πόλεως δεῦρο ἢ ἐκεῖσε κινηθεὶς, ἢ τῇ θέρμῃ πλεῖον τῆς χρείας ἢ τῷ ψύχει προστυγχάνει. ὥστʼ ἐν τούτῳ μόνῳ νικᾶται ἐν ᾧ τὸ νικᾶν λυπεῖ καὶ οὗ τὸ νικᾶσθαι λυσιτελέστερον. τοσαύτη δʼ ἐστὶν ἡ περιουσία τῆς εὐτυχίας ὥστε καὶ τῶν ἄλλων γενῶν αἱ ταύτης ἄποικοι πόλεις αἱ τὴν νῦν Ἰωνίαν ἔχουσαι ἄριστα κεκρᾶσθαι δοκοῦσιν, ὥσπερ ἄλλο τι τῶν οἴκοθεν μετειληφυῖαι. ὥστε οὐ τὰ μὲν πρὸς ἄρκτον ἂν εἴποι τις εἶναι τῆς χώρας, τὰ δὲ πρὸς μεσημβρίαν ὀνομάζων, οὐδʼ αὖ τὰ λοιπὰ δύο ὡσαύτως, ἀλλʼ ἄνευ τῆς προσθήκης ἔξεστιν ὁρίσασθαι τὰ μὲν ἔνθεν αὐτῆς ἄρκτον εἶναι, τὰ δὲ ἔνθεν μεσημβρίαν ἤδη, ἀνατολάς τε καὶ δύσεις ὅσον τὸ ἄνω καὶ κάτω, αὐτὴν δʼ εἶναι πάντων ὡσπερεὶ μεθόριον, κοινόν τινα χῶρον, οὗ πάντα τὰ τμήματα συγκεράννυται, ὑπʼ αὐτὴν, ὡς εἰπεῖν, τὴν ἀκρόπολιν τοῦ οὐρανοῦ καὶ τὴν τοῦ Διὸς ἀρχὴν ὡς ἀληθῶς γιγνομένην λῆξιν τῆς Ἀθηνᾶς καὶ τῶν ταύτης ἔργων τε καὶ θρεμμάτων τόπον οἰκεῖον. οὐ γὰρ ἔστιν ὅστις τῶν περὶ γῆν ἀέρων τοσοῦτον ἀφέστηκε γῆς τῇ φύσει οὐδʼ αἰθέρι μᾶλλον εἴκασται. γῆς μὲν δὴ καὶ θαλάττης καὶ ἀέρων εἰς τοῦτʼ ἔθεσαν τὴν Ἀττικὴν οἷς ταῦτα ἔπρεπε δημιουργοῖς. ἃ δὲ τούτοις τοιούτοις οὖσιν ἕπεται πολλὴ ῥᾳστώνη δεικνύναι, πεδίων τε κάλλη καὶ χάριτας τῶν μὲν πρὸ τῆς πόλεως εὐθὺς ἀπὸ τοῦ τείχους, μᾶλλον δὲ ἀπὸ τῆς ἀκροπόλεως κεχυμένων καὶ ἐγκαταμιγνυμένων τῇ πόλει, τῶν δὲ ἐφʼ ἑκάστῃ τῇ θαλάττῃ τοῖς αἰγιαλοῖς ἐφορμούντων, τῶν δʼ ἐν τῇ μεσογείᾳ τοῖς ὄρεσι τοῖς περιέχουσιν ὥσπερ ἄλλοις ὁρίοις διειλημμένων ἐν κόλπων θαλαττίων τινῶν σχήματι. καὶ

Intertext edge

Open linked passage

Note