Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 13
Aristides, Aelius13 101 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
101.p15
101.p15
μὴν τήν γε τῶν ὀρῶν φαιδρότητα καὶ χάριν τίς οὐκ ἂν ἀγασθείη; οἷς γε τοσοῦτον κόσμου περίεστιν ὥστε καὶ τὰς πόλεις αὐτὰ δὴ κοσμεῖ· ὃ γὰρ εἰκὸς ἔχειν τὴν χώραν, ἔργον θεῶν οὖσαν, σπέρμα τῆς χάριτος τῆς πρὸς τοὺς θεοὺς, τοῦτο δείκνυσιν ἐν τοῖς πρώτοις, καὶ προξενεῖ διὰ τῆς φύσεως τὴν χάριν. ἔστι δὲ ἐπιτηδειοτάτη πρὸς κάλλη νεῶν καὶ ἀγαλμάτων, ὥστε δὶς ἡγεμὼν τούτων ἂν εἴη. καὶ γὰρ ἐνθένδε ταῦτα πάντα ἤρξατο τῷ νόμῳ καὶ τὴν χορηγίαν οἴκοθεν ἡ πόλις ἔσχηκεν εἰς αὐτά. ἀλλὰ γὰρ οὐκ ἔχω τί χρήσωμαι, ἐπέρχεται γάρ μοι καὶ κατὰ μέρη τὴν ἐπιτηδειότητα ἀποφαίνειν τῆς χώρας, οἷον εὐθὺς τὸ μήτε ὑπτίαν εἶναι διὰ πάσης μήτε ὄρειον παντελῶς, ἀλλʼ ἐσχηματίσθαι πρὸς τὴν ἑκατέρου χρείαν ἐν μέρει καὶ πεποικίλθαι, ὥστε πῶς οὐκ ἂν ὀρθῶς εἴποι τις εἶναι τελέας καὶ πάσης τῆς οἰκουμένης οἱονεὶ μίμημα σωζούσης; ἔτι δὲ ἡ τῆς θαλάττης τε καὶ γῆς διὰ τῶν λιμένων συζυγία καὶ συμφωνία, τῶν δʼ αὖ πεδίων καὶ τῶν ὀρῶν ἡ σὺν ὥρᾳ μίξις καὶ χάρις οὐ τῶν ὅπου τις ἂν εἴποι συμβεβηκότων οἶμαι. ἔξεστι δὲ ὁρᾶν καὶ τὰς φλέβας τὰς ἀργυρίτιδας ὥσπερ νοτίδας διὰ πάσης τῆς ὀρείου διηκούσας, ὅπως ἄρα μηδὲν ἀργὸν εἴη τῆς Ἀττικῆς μηδʼ εἴη ταῖς προσόδοις δυσχωρία μηδαμῆ, ἀλλὰ τὴν ἑτέρων εὔγεων ἡ τῇδε ἄσπορος νικῴη. ἔπρεπε δʼ ἄρα καὶ τοῦτο ἐλευθερίας ἐφόδιον καὶ μεγαλοψυχίας παρεσκευάσθαι τῇ πόλει. ἔτι τοίνυν ἀενάων ποταμῶν ῥεύματα ἄλυπα καὶ πηγὰς ἀφθόνους καὶ καρπῶν ἁπάντων φορὰν, ὧν ὁ πάντων ἡμερώτατος ἐνταῦθα τῶν πανταχοῦ κάλλιστος περιφανῶς.

Intertext edge

Open linked passage

Note