Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 13
Aristides, Aelius13 102 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
102.p16
102.p16
ἀλλὰ ταῦτα μέν ἐστιν ὥσπερ ἀπὸ τῶν τραγημάτων τὴν εὐωχίαν σεμνύνειν· τὸν δὲ οἰκειότατον καὶ μέγιστον τῆς χώρας καρπόν τε καὶ κόσμον καὶ ὃς ἅπασαν ἔχει τὴν ἐπιτηδειότητα συλλαβὼν αὐτῆς ἤδη δίειμι. ἀρχὴ δέ μοι τοῦ λόγου κατελήλυθεν εἰς ἀρχήν τινα ἑτέραν. ἄλλας μὲν γὰρ χώρας ἐλέφαντες καὶ λέοντες κοσμοῦσι, τὰς δὲ ἵπποι κύνες, τὰς δὲ ἃ τοὺς παῖδας ἀκούοντας ἐκπλήττει· τὴν δὲ ὑμετέραν χώραν κοσμεῖ τῶν ἐπὶ γῆς τὸ κάλλιστον, οὐ κατὰ τοὺς ἐν Ἰνδοῖς μύρμηκας ὑποπτέρους ἄξιον εἰπεῖν. πρώτη γὰρ ἤνεγκεν ἄνθρωπον καὶ πρώτη πατρίς ἐστιν ἀνθρώπου, καὶ ὅπερ τοῖς πᾶσι ζώοις τοῖς ἐγγείοις ἐστὶν ἡ πᾶσα γῆ, τοῦτο ἥδε νενίκηκεν εἶναι τῷ τῶν ἀνθρώπων γένει, μήτηρ καὶ τροφὸς κοινὴ καὶ τῆς φύσεως ἀφορμὴ, χῶρός τις ἀνθρώπων ἴδιος ἐκ πάσης γῆς ἐξῃρημένος, ὥσπερ οἱ τῶν τεμενῶν ὅροι. διὸ δὴ καὶ πάντα κρατίστους καὶ τῆς γιγνομένης ἀρετῆς ἐπὶ πλεῖστον ἥκοντας ἤνεγκεν, ἅτε οἰκείας αὐτῇ τῆς φορᾶς οὔσης, οὐκ ἐπεισάκτου. οὐ γὰρ πλάνην καταλύσαντες οὐδὲ ὥσπερ ἐπὶ σκότους πατρίδα ζητοῦντες διὰ πάσης γῆς καὶ θαλάττης, οὐδὲ δυοῖν δυστυχίαιν ἡγησαμέναιν, κατέσχον τὴν χώραν, βιασάμενοι τὴν ἐπωνυμίαν, εἴξαντες μὲν τοῖς κρείττοσιν, ἐκβαλόντες δὲ τοὺς ἥττους, ἀλλʼ ὥσπερ τὸ ἐκ τῶν πηγῶν ὕδωρ ἐκ τῶν κόλπων τῆς γῆς ἀνῆλθε τὸ γένος, αὐτὸ ἐξ αὑτοῦ λαβὸν τὴν ἀρχήν· καὶ ξένοι καὶ πολῖται μόνῃ τῇ γῇ ταύτῃ πρέπουσι διῃρῆσθαι. οἱ μὲν γὰρ ἄλλοι καθάπερ θέαν καταλαβόντες οὕτω ταῦτα κρίνουσιν, οὐ τῷ μᾶλλον ἄλλων ἑαυτοῖς προσήκειν τῶν χωρίων τοὺς ἄλλους ἀφορίζοντες,

Intertext edge

Open linked passage

Note