Orationes 13
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
107.p24
107.p24
αὐτίκα. λαβοῦσα δὲ τὰς ψήφους ἡ θεὸς τὴν ἐπωνυμίαν τῇ πόλει δίδωσιν ὡς ἑαυτῆς οὔσῃ καὶ κατεσκευάσατο ὡς κτῆμα ἑαυτῆς, διαρκῆ πρὸς εἰρήνην τε καὶ πόλεμον, πρῶτον μὲν λόγους τε καὶ νόμων τάξιν καταδείξασα καὶ πολιτείαν δυναστείας ἀπηλλαγμένην. ἀφʼ ὧν μαθήματα πάντα εὑρέθη καὶ βίων παραδείγματα εἰσῆλθεν. αὖθις δὲ ὅπλων τε χρῆσιν διδάξασα καὶ κοσμήσασα πρώτους ᾧ νῦν ἡμεῖς ἐκείνην σχήματι, ἔτι δʼ ἵππων ἁμιλλητηρίων καὶ πολεμιστηρίων ἔφηνεν ὀχήματα· καὶ ζεύγνυσιν ἐν τῇδε τῇ γῇ πρῶτος ἀνθρώπων ὁ τῆσδε τῆς θεοῦ πάρεδρος ἅρμα τέλειον σὺν τῇ θεῷ καὶ φαίνει πᾶσι τὴν τελείαν ἱππικήν. ἐπὶ δὲ τούτοις χορεῖαι καὶ τελεταὶ καὶ πανηγύρεις ἐπεκράτησαν ἄλλαι διʼ ἄλλων θεῶν ἐπιδημίας. ταῖς γὰρ τιμαῖς τῶν θεῶν ἠκολούθει τὰ δῶρα διδόντων καὶ λαμβανόντων ἐκ τῶν αὐτῶν τὰ ἐπιβάλλοντα ἑκατέροις. οὐ μόνον δὲ ὑπὲρ τῆς πόλεως θεοὶ πρὸς ἀλλήλους ἤρισαν, ἀλλὰ καὶ ὧν ἤρισαν πρὸς ἀλλήλους ἐν τῇδε τῇ πόλει τὰς κρίσεις ἐποιήσαντο, πανταχόθεν πάντας ἀνθρώπους ἐπιστρέφοντες πρὸς τὴν πόλιν καὶ πάντων ἀρχὰς καὶ δείγματα βουλόμενοι καταθέσθαι παρʼ αὐτῇ, καθάπερ οἱ τοὺς παῖδας προδιδάσκοντες, ἵνʼ ὥσπερ πανταχοῦ τῶν ἄκρων προδιδαξάντων καλῶς ἔχει τοῖς ζηλοῦσιν, οὕτω κἀκεῖνοι τέλειοι τὴν γιγνομένην ἀρετὴν ἀποβαῖεν, οἷς χρῆν ἑπόμενοι, καὶ μὴ μόνον τῶν πυρῶν καὶ κριθῶν εἴη τὰ σπέρματα αὐτοῖς, ἀλλὰ καὶ δικαιοσύνης καὶ τῆς ἄλλης ἁπάσης διαίτης τε καὶ πολιτείας ἐκ θεῶν αὐτοῖς εἴη τὰ σπέρματα. καὶ λαγχάνει Ποσειδῶν Ἄρει τὴν ὑπὲρ τοῦ παιδὸς καὶ νικᾷ ἐν ἅπασι τοῖς θεοῖς καὶ τὴν ἐπωνυμίαν ὁ τόπος λαμβάνει τὴν αὐτὴν τοῦ τε συμβάντος σύμβολον καὶ δικαιοσύνης ὥσπερ ἄλλο τι μαρτύριον καὶ πίστιν εἰς ἀνθρώπους. οὐ γὰρ ἔστιν ὑπὲρ τὸν Ἄρειον πάγον οὐδὲν εὑρεῖν, εἴ τις ὑπερβολὴν ζητοίη. ἀλλʼ ὥσπερ τὰ ὕδατα ὅσα μαντικὰ καὶ πνεύματα αὐτόθεν ἰσχύει, οὕτως καὶ