Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 13
Aristides, Aelius13 110 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
110.p28
110.p28
πάλαι κοινωνὸν ἦγεν, ἀφʼ οὗ ταὐτὰ ἑώρα γιγνώσκοντα ἑαυτῇ· καὶ ἃ μὲν κατειργάσατο μετʼ αὐτῶν καὶ ὑπὲρ αὐτῶν ἐν ἑτέρᾳ τῶν λόγων καθήκει δηλῶσαι μερίδι· τὴν δʼ οὖν ἐπιτροπὴν οὕτω λαμπρὰν αὐτῶν ἐποιήσατο ὥστʼ αὐτοῖς τὴν συμφορὰν λυσιτελῆσαι. οὐ γὰρ τὴν ὀρφανίαν μόνον ἄδηλον κατέστησεν, ἀντὶ τοῦ πατρὸς αὐτοῖς γενομένη, ἀλλὰ καὶ ὡς πατρόθεν εὐεργέτας τῶν ἀνθρώπων οὕτως ἐτίμησε, τέτταρας μὲν δοῦσα νέμεσθαι πόλεις τῶν τότε οἰκουμένων ἐν τῇ χώρᾳ, πρώτους δὲ θρέψασα δημοσίᾳ, πατρὸς εὐεργέτου παῖδας, ὥσπερ οὓς ὕστερον τῶν ἐν τῷ πολέμῳ τελευτησάντων τρέφειν ἐνόμισε. καὶ μέντοι καὶ τὰ τροφεῖα πρέποντα ἐκομίσατο ἑαυτῇ· τῶν γὰρ ὑπηργμένων ἀξίους εὗρεν· ἡ δʼ ἐκείνων ὁδὸς τὸ δεῦρο κοινὴ πάντων ὕστερον τῶν ἐκπιπτόντων ἐγένετο, μᾶλλον δὲ ἐπὶ πολλοῖς τοῖς πρότερον κἀκεῖνοι κατέφυγον. ἅπασι γὰρ ἡ πόλις ἑαυτὴν παρέσχε τοῖς ἐν χρείᾳ κοινὴν εὐθὺς ἐξ ἀρχῆς, καὶ πάντες ἐπὶ δυοῖν ὁρμεῖν ἔδοξαν οἱ Ἕλληνες ἀληθῆ νομίσαντες, ἰδίᾳ μὲν ἕκαστοι τὴν ἀρχαίαν, κοινὴν δʼ ἅπαντες ταύτην προσονομάζοντες πατρίδα, καὶ τὴν μὲν προτέραν δευτέραν, τὴν δὲ ὑστέραν προτέραν ἄγοντες τῇ δυνάμει. τοσούτῳ γὰρ βεβαιοτέραν ταύτην αὑτοῖς εἶναι καὶ λυσιτελεστέραν, ὅσῳ μᾶλλον ἀνάλωτον καὶ ὡς ἀληθῶς ἱερὰν καὶ μετὰ τῆς πείρας ἔγνωσαν, ὀρθῶς βουλευόμενοι, τοῦτο μὲν οἱ περὶ Θήβας ἀτυχήσαντες καὶ πάσης τῆς Βοιωτίας συνεκπεσόντες, τοῦτο δὲ Θετταλῶν οἱ ταύτῃ τραπόμενοι καὶ Ταναγραίων οἱ μεταστάντες, Δωριέων Πελοποννήσου κρατησάντων, ὑπὸ τῶν εἰξάντων ἀναστάντες· οὗτοι δʼ ἦσαν Ἰωνία πάντες. τὸ δʼ αὐτὸ πρὸς τοὺς ἀπʼ ἀμφοτέρων τῶν αἰγιαλῶν ἐποίησε, τοῦ θʼ ἑσπερίου καὶ τοῦ ἑώου. καὶ γὰρ καὶ τούτους κἀκείνους ἐν ταῖς

Intertext edge

Open linked passage

Note