Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 13
Aristides, Aelius13 112 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
112.p30
112.p30
ἐσχάτοις ἀτυχήμασι καὶ πρὸ τούτων τοὺς ἐπὶ Θρᾴκης κακῶς πράξαντας δύο καὶ τριάκοντα πόλεων ὅσον λοιπὸν, τοὺς ἐκ Κορίνθου καὶ Θάσου καὶ Βυζαντίου καὶ πανταχόθεν τίς ἂν ἐξαριθμήσειεν; οἶμαι μὲν οὐδὲ τοὺς ἐκ τῶν νήσων μόνον εἶναι ῥᾴδιον. μόνη γὰρ ὡς εἰπεῖν διαγέγονε πρὸς τὴν ἁπάντων τύχην ἁμιλλωμένη καὶ πειρωμένη πᾶσι περιτρέπειν τὰς συμφορὰς ἐπὶ θάτερα, καὶ τὴν παροιμίαν ἐνήλλαξεν· οὐ γὰρ ἐκποδὼν εἶναι κατέδειξε φίλου κακῶς πράξαντος, ἀλλὰ πολλοὺς καὶ τῶν πρόσθεν διαφόρων ἐπὶ τοῖς ἀτυχήμασι φίλους πεποίηται. οὐδʼ εὖ μὲν πράττουσι κέχρηται, κακῶς δʼ ἀπαλλάξαντας ἠτίμακε, τῇ τύχῃ μετροῦσα τὴν φιλανθρωπίαν, ἀλλὰ τοὺς τοῦ δυστυχεῖν καιροὺς τοῦ πράττειν εὖ πεποίηκε, τοῖς πολλοῖς τὰ παρʼ αὑτῆς ἀγαθὰ προσθεῖσα καὶ ποιησαμένη κοινωνοὺς, ὧν ὅτε κάλλιστα ἔπραττον οὐδʼ ἐλπὶς ἦν αὐτοῖς. καὶ γάρ τοι πάντες ἐν ἅπασι τοῖς τῆς χρείας καιροῖς μίαν ταύτην ὁδὸν εἶδον τὴν δεῦρο φέρουσαν. καὶ πρεσβυτάτη τῶν Ἑλληνίδων οὖσα τῷ δέχεσθαι τοὺς πανταχόθεν μᾶλλον ἢ τῷ προειληφέναι τῷ χρόνῳ τοῦ γένους ὡσπερεὶ πατρίς ἐστι καὶ ἑστία κοινή. καὶ τὴν ἐπιτηδειότητα τὴν πρὸς ἅπαντας οὐ μόνον οἷς αὐτὴ παρʼ αὑτῆς ἀπέστειλεν ἐδήλωσεν, ἀλλὰ καὶ τῷ τοὔδαφος παρέχειν τοῖς ἔξωθεν καταφεύγουσιν εἰς αὐτὴν καὶ προσίεσθαι πάντας ὡς μέρος αὐτῆς.
112.p31
112.p31
ἓν μὲν οὖν τοῦτο τοιοῦτον καὶ τοσοῦτον εἶδος εὐεργεσίας τοῖς προϋπηργμένοις ἀκόλουθον· ἕτερον δʼ, ὃ καὶ τοῖς πράγμασίν ἐστιν ἐφεξῆς καὶ μεγέθους χάριν οὐ λείπεται, προσλαβοῦσα γὰρ τὸν κοινὸν τῶν Ἑλλήνων ἐξηγητὴν, ἑαυτῇ δὲ πατρῷον, τὸν Ἀπόλλω τὸν Πύθιον, ἐξήγαγε πανταχῆ γῆς τὸ Ἑλληνικὸν, τὴν αὐτὴν φυλακὴν ἅμα καὶ προσθήκην τῷ γένει ποιουμένη. καὶ πρῶτον μὲν τὴν ἐπικειμένην ἐκάθηρε θάλατταν, ἔοικα δὲ οὐ τὸ πρῶτον λέγειν τῶν ἔργων, καὶ τῆς Ἑλλάδος ὥσπερ λήμην

Intertext edge

Open linked passage

Note