Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 13
Aristides, Aelius13 113 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
113.p32
113.p32
ἀφεῖλε, τοὺς ἐπὶ τῶν προθύρων ὀχληροὺς ἀναστήσασα, λέγω τὸ λῃστικὸν ἅπαν καὶ βαρβαρικὸν, καὶ καταναγκάσασα ὡς πορρωτάτω τῆς Ἑλληνικῆς παραλίας καὶ τῶν εἴσπλων ἀποχωρῆσαι. ἐξ ὧν ὁ τῶν νήσων κύκλος ᾠκίσθη βεβαίως καὶ διὰ τῶν ἡμερωτάτων τὸν Αἰγαῖον ὑπῆρξε πλεῖν σύνδυο καὶ σύντρεις πόλεις, ὥσπερ ἐν ἠπείρῳ νήσου μιᾶς ἀμείβοντας ἔστιν οὗ· οὕτως εὖ κατεσκεύασε τὴν θάλατταν. πρὸς δὲ τούτοις τὰς ἐπικειμένας τῇ Πελοποννήσῳ νήσους ᾤκισε, τοὺς ἑσπερίους τόπους οἰκειουμένη καὶ πανταχόθεν τοὺς βαρβάρους ὥσπερ προβόλοις ἀνείργουσα· ὡς δʼ αὐτῇ διχόθεν κατεσκεύαστο ἡ τῆς Ἑλλάδος φρουρὰ καὶ συνεκέκλειστο ὥσπερ λιμέσι κλειστοῖς, οὕτως ἤδη καὶ μέχρι τῆς ὑπερορίας ᾔει διὰ τῆς θαλάττης, καὶ διεβίβαζεν εἰς τὴν Ἀσίαν τὰς πολλὰς καὶ μεγάλας ἀποικίας, συνάπτουσα τὴν γῆν ὡς μίαν οὖσαν τῇ φύσει, καὶ τὰ πέραν τῆς Ἑλλάδος οὐ κεχωρισμένα, ἕως κατεσκεύασε τὸ ἐπὶ τῆς Ἀσίας ἀντίπρῳρον, εἰ οἷόν τʼ εἰπεῖν, Ἑλλάδι τῇ παλαιᾷ, μεγάλῃ μὲν αὔξουσα μοίρᾳ τὰ ὑπάρχοντα τοῖς Ἕλλησι, μέγα δʼ εἰς ἀσφάλειαν προϊδοῦσα τὴν κοινὴν, ὡς ἔδειξεν ὁ μέλλων χρόνος. κάλλιστον δὲ κόσμον ἀμφοτέρῳ τῷ γένει περιθεῖσα οὐ μόνον τῷ πλήθει καὶ ἅμα καιρίῳ τῆς χώρας, ἀλλὰ καὶ τῷ δεῖξαι τὴν ὁμόνοιαν ὅσων καὶ οἵων ἀγαθῶν αἰτία γίγνεται. ταύτης δὲ τοιαύτης ὥσπερ κρηπῖδος ἢ ῥίζης ὑποκειμένης ἐξεφοίτησαν καὶ διὰ πάσης ἤδη γῆς αἱ τῶν Ἑλλήνων ἀποικίαι. τοῖς γὰρ πεμφθεῖσι καὶ κρατήσασιν ἔρως ἐμπίπτει μιμήσασθαι τὴν μητρόπολιν. καὶ διαλαβόντες ᾤκιζον τὴν γῆν, ἐκτείνοντες ὥσπερ ἄλλο τι μέτρον τὸ τῆς Ἑλλάδος, ἕως ἐξεπλήρωσαν ἅπαν τὸ δεχόμενον. καὶ νῦν ἐπʼ ἀμφοτέροις τοῖς πέρασι τῆς γῆς ὑμετέρων παίδων παῖδες οἰκοῦσιν, οἱ μὲν ἄχρι Γαδείρων ἀπὸ Μασσαλίας παρήκοντες, οἱ δʼ ἐπὶ τῷ Τανάϊδι καὶ τῇ λίμνῃ μεμερισμένοι. ὥστʼ ἐμοὶ μὲν γέλως ἐπέρχεται ἀκούοντι τῶν νῦν πόλεων τοῖς σφετέροις κόσμοις φιλοτιμουμένων καὶ φρονουσῶν ὡς ἐπὶ λαμπροῖς, ὅταν εὑρίσκω θεωρῶν ὑπὸ τῆς ὑμετέρας πόλεως γῆν καὶ

Intertext edge

Open linked passage

Note