Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 13
Aristides, Aelius13 114 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
114.p33
114.p33
θάλατταν κεκοσμημένην ἄνευ τῶν ἄλλων πολλῶν καὶ πολλῷ μειζόνων. τοῦτο δὴ βούλομαι διὰ βραχέων ἐπανελθὼν ἐξετάσαι καὶ δεῖξαι τὴν συνέχειαν τῆς πολιτείας, ᾗ κέχρηται πρὸς τὸ Ἑλληνικὸν ἡ πόλις, καὶ ὅτι οὐκ ἔστι πρόσρημα βέλτιον ἐπενεγκεῖν οὗ νῦν ἐφθεγξάμην. ὅτε μὲν γὰρ τοῖς Ἡρακλέους παισὶν ἔδει βοηθείας, παρέσχε μόνη καὶ μετέδωκεν ἁπάντων, παρελθοῦσα τὴν χρείαν τῇ μεγαλοψυχίᾳ. ἐπεὶ δὲ ἔδει τὴν Πελοπόννησον Δωριέων γενέσθαι, συγκατήγαγε πάλιν αὐτοὺς μετὰ τοῦ θεοῦ. γενομένης δὲ τῆς Ἡρακλειδῶν καθόδου καὶ νεωτέρων συμβάντων ἐν τῇ Πελοποννήσῳ, πάλιν τὸ κινηθὲν ἐδέξατο. ἐν ᾧ τὰ μὲν τῶν προτέρων ἱκετῶν ἀσφαλῶς εἶχεν, ἕτεροι δὲ αὖ τὸ ἐκείνων σχῆμα μετειλήφεσαν. δεξαμένη δὲ ἤδη πάντας ἀνθρώπους καὶ μεταδοῦσα χώρας καὶ νόμων καὶ πολιτείας ἐπενόησεν ὑπὲρ τῆς Ἑλλάδος χρῆσθαι τῷ πλεονεκτήματι καὶ τὰς παρʼ αὑτῇ πόλεις πολλὰς συμπεφευγυίας ἀφορμὴν τῶν ἔξω πόλεων πολλῶν καὶ μεγάλων ποιήσασθαι. καίτοι πῶς ἂν φιλανθρωπότερον ἡ πόλις ἢ πῶς λαμπρότερον περὶ τῶν ἑαυτοὺς δόντων ἐβουλεύσατο; ἣ πρῶτον μὲν τῆς ἑαυτῆς χώρας καὶ πολιτείας μετέδωκεν, ἔπειθʼ ἑτέραν ὅπως κτήσονται συμπαρεσκεύασεν, ὁμοίως τῇ τε οἰκείᾳ καὶ τῇ ἀλλοδαπῇ δέχεσθαι τοὺς δεομένους ἀξιοῦσα, καὶ τὰ πρέποντα ἑκατέροις τοῖς καιροῖς ἐτήρησεν. ὅτε μὲν γὰρ ἀσθενεῖς ἦσαν, τὸν φόβον περιεῖλεν αὐτῶν καὶ τὰς ἀπορίας ἐπηνώρθωσεν· ὡς δʼ ἄμεινον ἢ κατὰ συμφορὰν ἐπεπράγεσαν, οὕτως ἤδη διεκόσμει καὶ προέπεμπεν, ἡγεμόνας τε ἑκάστοις ἐφιστᾶσα, ὥσπερ αὐτὴ συμπάντων ἡγεμὼν καὶ φύλαξ ἐγεγόνει κοινὴ, καὶ λεὼν οἴκοθεν παραζευγνῦσα. ταῦτα δʼ οὐ μόνον ταῖς πράξεσιν εὕροι τις ἂν συνεχῆ, ἀλλὰ καὶ τῷ βουλήματι. ὥσπερ γὰρ τοὺς προτέρους δεξαμένη κατήγαγε, τοὺς Ἡρακλείδας εἶπον, οὕτω καὶ τοὺς μετʼ ἐκείνους δεξαμένη πρῶτον, εἶτʼ ἐπεξήγαγε, διπλῆν

Intertext edge

Open linked passage

Note