Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 13
Aristides, Aelius13 115 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
115.p34
115.p34
ἀνθʼ ἁπλῆς τὴν εὐεργεσίαν ἐπʼ ἀμφοτέρων τιθεμένη. καὶ προϊοῦσα ἀπὸ τοῦ πρώτου πρὸς τὸ τελευταῖον ἀεὶ οὕτως, ὅπερ εἶπον, πολιτείᾳ προσέοικεν ἡ τῆς πόλεως ὑπὲρ τῶν Ἑλλήνων πρόνοια καὶ διὰ πολλῆς καὶ συνεχοῦς τῆς ἀκολουθίας σώζεται. καὶ μὴν τὸ μὲν τοὺς φεύγοντας δέχεσθαι, εἰ καὶ μηδὲ τοῦτʼ ἐκφεύγει κοινῆς εἶναι δεῖγμα φιλανθρωπίας, ἀλλʼ οὖν εἴποι γʼ ἄν τις ὡς ἐκείνους ἦν εὖ ποιούσης μόνους, ὅσοι ταύτης τῆς τύχης ἐπειράθησαν. αἱ δὲ τῶν ἀποικιῶν κατασκευαὶ κοινὸν τῶν Ἑλλήνων κέρδος εἰσὶν, οὐ μόνων τῶν ἀπελθόντων. καὶ γὰρ πόλεις καὶ χώρας καὶ δυνάμεις πολλὰς καὶ μεγάλας εἰς τὸ κοινὸν προσέλαβον, ἐξ ὧν οὐκ ὀλίγῳ μείζους ἐγένοντο. οὕτως ἐγώ φημι τῆς πόλεως οὐχ ἧττον τὸ ἐκπέμψαι παρʼ αὐτῆς ἢ τὸ εἰσφέρεσθαι τοὺς δεηθέντας πρὸς τὴν παρὰ τῶν Ἑλλήνων εἶναι χάριν. καὶ γάρ τοι συμβέβηκε μόνοις τοῖς ταύτῃ καὶ διὰ τῶν ἐναντίων εὐδοκιμεῖν. οἱ γὰρ αὐτοὶ πρεσβύτατοι τῶν ἄλλων Ἑλλήνων εἰσὶ καὶ εἰς νέους Ἕλληνας τελοῦσι πολλαχῆ, καθάπερ τὸν Διόνυσον γράφουσιν. ἐπελθόντες δὲ οὐδαμόθεν, ἀλλʼ αὐτόθεν φύντες τοὺς πανταχόθεν πόλεως δεηθέντας ἐδέξαντο. καὶ μὴν δεξάμενοι τοὺς ἁπανταχόθεν, πανταχῆ καὶ πεπόμφασι, σώζοντες κἀν τούτοις τὸ προσῆκον ἑξῆς. καὶ γὰρ τῶν πρεσβυτάτων πλείστους εἶναι τοὺς ἀπογόνους εἰκὸς καὶ μᾶλλον ἢ τινῶν ἄλλων, καὶ τὸ δέχεσθαι τοὺς δεομένους τῶν κρειττόνων ἐστί. καὶ μὴν τῷ γε τὸν σῖτον ἐν ἀρχῇ διανεῖμαι πῶς οὐκ εἰς ταυτὸν ἥκει τὸ καὶ τὰ τῶν ἀποικιῶν σμήνη διαπέμψαι καὶ κατοικίσαι τὴν γῆν; ἄλλως τε καὶ ἐξουσίας ἤδη πᾶσιν οὔσης ἐργάζεσθαι καὶ τὰ τοῦ βίου τίθεσθαι ῥᾷον ἀφορμῶν ἕνεκα.
115.p35
115.p35
ἐκδέχεται δʼ ἡ πάλαι τοῦ λόγου προσδοκωμένη μοῖρα, ὡς ἐμοὶ δοκεῖ, καὶ ὑπὸ πολλῶν, αἱ μετὰ τῶν κινδύνων πράξεις, ἃς ἐγὼ δέδοικα μὴ τῷ λέγοντι κίνδυνον ἔχωσιν εἰπεῖν μᾶλλον ἢ τῇ πόλει τῶν ἔργων ὅτε ἐπραγματεύετο. οὐ μὴν ἀλλʼ ἀναγκαῖον ἅψασθαι καὶ τούτων

Intertext edge

Open linked passage

Note