Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 13
Aristides, Aelius13 116 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
116.p36
116.p36
ἤδη δυοῖν ἕνεκα, ἑνὸς μὲν ὅτι τῶν ἀπὸ τῆς εἰρήνης ἀγαθῶν καὶ οἷς κατεσκεύασε τὸν βίον ἡμῖν ἀποχρώντως μνημονεύσαντας εἰκὸς ἦν δή που καὶ τὰς ἐπὶ τῶν ἑτέρων καιρῶν πράξεις μὴ παρελθεῖν, ἄλλως τε καὶ πλείους μὲν ἢ τὰς τῶν ἄλλων συμπάντων, μείζους δὲ ἁπασῶν οὔσας ὧν παρειλήφαμεν· ἑτέρου δʼ ὅτι συμπίπτει τῇ πάσῃ φιλανθρωπίᾳ τῆς πόλεως, ἣν ἄρτι διεξιόντες ἐπαυσάμεθα, ὁ τῶν ἔργων τῶν ἐν τοῖς πολέμοις ἐξετασμὸς, ὥσθʼ ἡμῖν πάλιν ἀρχὴν ἐκ τελευτῆς ἐπανήκειν. σχεδὸν μὲν οὖν οὐδὲ τὰς ἀποικίας εὕροι τις ἂν τοῦτο τὸ μέρος τῶν λόγων διαπεφευγυίας. οὐ γὰρ ἄνευ μεγάλων ἀγώνων οὐδὲ τοῦ πανταχοῦ κρατεῖν οὐδʼ αὗται δή που συνέβησαν. ἐπάνειμι δʼ ὅθεν ἐπαυσάμην. οὐ τοίνυν μόνον ταῖς ἄλλαις δωρεαῖς οὐδὲ τῇ τῶν καταφευγόντων δή που θεραπείᾳ καὶ προστασίᾳ, οὐδʼ οἷς, ὡς εἴπομεν, ηὔξησε τὸ Ἑλληνικὸν τῆς εἰς πάντας ἀρετῆς καὶ μεγαλοψυχίας ἐναργῆ δείγματα ἐξήνεγκεν ἡ πόλις ἡμῖν, ἀλλʼ οὐδείς ἐστιν ἀγὼν ὅτου δεῆσαν ὤκνησεν, ἀλλʼ ἀμείνων περὶ τοὺς δεηθέντας ἢ ʼκεῖνοι συνεβούλοντο ἐγένετο. ἀφʼ ὧν δʼ ἠρξάμεθʼ ἀρτίως τὴν ὅλην φιλανθρωπίαν ἐξετάζειν, ταῦθʼ ἡμῖν καὶ νῦν τῆς ἐπὶ τῶν ἀγώνων ἀρχέτω, τοὺς σὺν Εὐρυσθεῖ Πελοποννησίους μεθʼ ὅσου τοῦ κρείττονος ἠμύνατο ὑπὲρ τῶν Ἡρακλειδῶν καὶ τὸ πρᾶγμα ὡς μετέθηκεν. ὃν γὰρ οὐ πόλις, οὐκ ἀνὴρ, οὐ γένος οὐδὲν τῶν ἐν τοῖς Ἕλλησιν ὑφίστατο, καὶ ᾧ τοσοῦτον περιῆν ὥστʼ ἀπειλεῖν ἀπειλὰς κοινὰς τοῖς τε Ἡρακλέους παισὶ καὶ ταῖς πόλεσι, τοῖς μὲν, εἰ φανήσονται, ταῖς δὲ, εἰ δέξονται τοῦτον, εἰς τοῦτʼ ἤγαγεν ὥστʼ αὐτὸν οἴκοι ταφῆς μὴ τυχεῖν, καὶ τῆς ἐξουσίας, ἧς παρʼ ἀξίαν ἀπέλαυσεν Εὐρυσθεὺς, τὴν τελευτὴν ἡ πόλις εὗρε κατʼ ἀξίαν. καὶ τοῦτʼ ἄρʼ ἐκεῖνος ἐν καιρῷ μόνον ὕβρισε· τοῖς γὰρ ὑπάρχουσι θαρρήσας ἔδωκε δίκην. καὶ τοῦτο μὲν ἐν τῇ Ἀττικῇ τὸ ἔργον ἐκρίθη, καὶ διὰ τῆς τῶν ἱκετευσάντων σωτηρίας ἅπασαν τὴν

Intertext edge

Open linked passage

Note