Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 13
Aristides, Aelius13 118 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
118.p38
118.p38
τὼ γένη διʼ ἀμφοῖν νικᾶν. ταυτὶ μὲν οὖν κοινὰ δείγματα, ὅπερ εἶπον, ἀνδρείας τε καὶ φιλανθρωπίας ὑπαρχέτω τῶν ἀρχαίων ἐξειλεγμένα. ἀλλὰ μὴν ἅ γε ὑπὲρ τῆς οἰκείας ἐπεδείξαντο πρὸς τοὺς ἑκάστοτε ἐπιόντας ἀνήκοος μὲν οὐδεὶς οἶμαι, λεκτέον δὲ καὶ τούτων μικρὰ προχειρισαμένους· Ἀμαζόσι μὲν γὰρ, αἳ παρῆλθον τοῖς ἔργοις τὴν φύσιν, ἱππομαχίαν συνάψαντες πανωλεθρίᾳ διέφθειραν, οὐδενὸς ἀνταίροντος τῶν μέχρι τῆς Ἀττικῆς, ἀλλʼ ἐξισώκεσαν ἤδη τὰς ἠπείρους, ὥσπερ ἀπὸ σημείου τοῦ Θερμώδοντος ὁρμώμεναι, τὴν μὲν Ἀσίαν μέχρι Λυκίας καὶ Καρίας καὶ Παμφυλίας παρατείνουσαι, ὥσπερ ἐν στρατοπέδῳ, τὴν δʼ Εὐρώπην ἄχρι τοῦ στρατοπέδου τοῦ πρὸς τὴν πόλιν. ἐντεῦθεν δὲ ἤδη πάντα ὥσπερ κάλω ῥαγέντος ἐχώρησεν ὀπίσω, καὶ διελέλυτο Ἀμαζόσιν ἥ τε ἀρχὴ καὶ ὁ δρόμος, καὶ ἡ πόλις κἀνταῦθα ἐβοήθησε τῇ κοινῇ φύσει, καὶ νῦν εἰς ἄπιστον περιέστηκεν εἴ ποτε ἐγένοντο. οἶμαι δʼ οὐδὲ Θρᾷκας αὑτοῖς μέμψασθαι τῆς συμφορᾶς, οἳ δεῦρʼ ἔτι πρόσθεν ἐλθόντες σὺν Εὐμόλπῳ καὶ Ἑλλήνων τοῖς τἀκείνων ἑλομένοις ἔγνωσαν παραπλήσια βουλεύσαντες ὥσπερ ἂν εἰ τὴν θάλατταν ἐνεχείρουν περαιοῦσθαι πεζῇ. ἄξιον τοίνυν κἀκεῖνο προσθεῖναι, ὃ τοῖς πολλοῖς τῶν εἰωθότων λέγειν ἐπὶ τῷ τάφῳ τῷ δημοσίῳ παρεῖται, ὅτι οὐ μόνον ἡ κοινὴ τῆς πόλεως προθυμία τε καὶ ῥώμη τοσαύτη περὶ πάντα ἃ δεῖ γεγένηται, ἀλλὰ καὶ ἰδίᾳ πεφήνασιν ἐνταῦθα βουλόμενοί τινες χρήσασθαι συμφοραῖς ὑπὲρ τοῦ κοινοῦ, καὶ μάλα εὐλόγως. ᾧ γὰρ ἑώρων τρόπῳ τὴν πατρίδα τοῖς Ἕλλησιν ὁμιλοῦσαν, τοῦτον ᾤοντο δεῖν αὐτοὶ προσφέρεσθαι τῇ πατρίδι, ἡνίκα ὁ καιρὸς καλοίη· ὥστε καὶ ἐκ τῶν κοινῶν καὶ ἐκ τῶν ἰδίων διπλῆν εἶναι τῇ πόλει τὴν ὅλην φιλοτιμίαν. ὃ δέ γε ἔτι τούτου μεῖζόν ἐστιν, ὅτι καὶ τῶν ξένων τινὲς οὕτω πρὸς αὐτὴν διετέθησαν. λέγεται γὰρ Ἐρεχθεὺς μὲν ἐν τῷ πρὸς Εὔμολπον τούτῳ πολέμῳ τὴν θυγατέρα ὑπὲρ τῆς πόλεως ἐπιδοῦναι,

Intertext edge

Open linked passage

Note