Orationes 13
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
120.p41
120.p41
δʼ ἐξ ἴσου καθεστῶτος τοῦ θʼ εὑρεῖν ἃ χρὴ παραλιπεῖν καὶ τοῦ πρὸς ἀξίαν εἰπεῖν τὰ νικήσαντα, καὶ οὐδενὸς μὲν οὐδʼ ἐν ἁπλῇ διηγήσει πάντα πω διεξελθόντος, πλεῖστα δʼ ὑπὲρ μιᾶς πόλεως ταύτης ἁπάντων εἰρηκότων, μᾶλλον δʼ ὑπὲρ μόνης πλείω σχεδὸν ἢ τῶν ἄλλων ἁπασῶν, οὐκ ἐνδέχεται διεξιέναι καθʼ ἕκαστον ἀκριβῶς, ἀλλʼ ἀνάγκη τὰ πλεῖστα παραλιπεῖν, ἵνα τοῖς μεγίστοις χρησώμεθα. ἐπεὶ τίς οὐκ ἂν ἀσμένως καὶ ταῦτα εἰς μέσον ἤνεγκεν ἃ ἑτέροις γʼ ἂν ἤρκει καὶ μόνα; τριῶν γὰρ ἐθνῶν τῶν μεγίστων ἐν τοῖς Ἕλλησιν ἐπιθεμένων τῇ πόλει, τὸ μὲν αὑτῷ φυγῆς τιμῆσαν ἀπῆλθε, τὸ Δωρικὸν, Βοιωτοὶ δὲ χερσὶν ἡττῶντο, καὶ τῆς αὐτῆς ἡμέρας Εὐβοεῖς ἐν Εὐβοίᾳ· τοσοῦτον περιῆν τῇ πόλει· ἀλλʼ ἵνα μὴ πολλὰ τοιαῦτα λέγων πόρρω τοῦ καιροῦ γένωμαι, παρεὶς ἅπαν τὸ μέσον καὶ προσχρησάμενος καὶ πρὸς αὐτό γε τοῦτο τῇ τῆς πόλεως μεγαλοψυχίᾳ καὶ δὴ πρὸς αὐτὰ τὰ κύρια τοῦ λόγου τρέψομαι. ὅτε γὰρ τοῖς Ἕλλησι καὶ βαρβάροις τὰ πράγματα ἐκρίνετο καὶ μικρὸν πρὸς πολὺ τῆς γῆς μέρος ἠγωνίζετο, ὁ δʼ ἀγὼν ἦν ὑπὲρ τῆς σωτηρίας ἅμα καὶ ἀρετῆς, τότʼ ἐνίκησεν ἡ πόλις ἄμφω τὼ γένη κάλλιον εὐχῆς, ὡς τὸ μὲν προσθήκην μικρὰν αὐτῆς ἀποφανθῆναι, τὸ δὲ πλέον χεῖρον ἢ ὅσῳ πλέον ἐδόκει. ἔξεστι μὲν οὖν καὶ θεῶν τινα αἰτιάσασθαι τοῦ παντὸς ἔργου βουλόμενον ὥσπερ κρίσιν τινὰ ποιήσασθαι τῶν ὑφʼ αὑτὸν ἀνθρώπων καὶ τὸν ἀγῶνα τοῦτον διαθεῖναι, καθάπερ τοὺς εἰωθότας ἡμεῖς, οὐ μὴν ἀλλʼ οὐκ ἐλάχιστον μέρος ἡ τῆς πόλεως ἀρετὴ συνεβάλετο, καὶ μάλʼ εἰκότως καὶ μετʼ ἀξίου τοῦ λόγου τῆς μελλούσης τύχης. ὥσπερ γὰρ ἐπὶ τούτῳ κινοῦσα τοὺς βαρβάρους, ἵνʼ αὐτήν τε καὶ πᾶν τὸ Ἑλληνικὸν ἐκφήνειε καὶ δείξειε τίς οὖσα τίνων προέστηκεν, οὕτως ἐφειλκύσατο αὐτοὺς, οὐκ ἄδικον τὴν ἀρχὴν παρασχομένη οὐδʼ, ὥσπερ οἱ ὕστερον διαβάντες εἰς τὴν Ἀσίαν, ἔρωτι τοῦ πλείονος,