Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 13
Aristides, Aelius13 127 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
127.p50
127.p50
οὐ μὴν ἐῶσί γε ἀπελθεῖν αἱ πράξεις, ἀλλὰ καλοῦσι καὶ προσάγουσιν εἰς τὸ πρόσω τοῦ λόγου, καὶ τοσούτῳ μᾶλλον ὅσῳ ταῦτα ἀκριβέστερον ἐξήτασται. τοσαύτην γὰρ ὑπερβολὴν τοῖς ἐφεξῆς ἐποιήσατο ἡ πόλις ὥσθʼ ὑπερῆρεν αὑτὴν τοσοῦτον ὅσονπερ πρὸ τοῦ τοὺς ἄλλους. καὶ πρὶν τὰ πρῶτα ἀξίως τινὰ θαυμάσαι, ἐπέθηκε τὰ δεύτερα, ὥσπερ αὐτὴ πρὸς αὑτὴν ἁμιλλωμένη. γενομένου γὰρ τοῦ Μαραθῶνι τολμήματος καὶ τῶν βαρβάρων ἐλαθέντων ἐκ τῆς Ἑλλάδος ὥσπερ κονιορτοῦ, Δαρεῖος μὲν οὐκ εἶχεν ὅ τι χρήσεται, ἀλλʼ ὥσπερ ἐκ θεοῦ πληγεὶς ὑποπεπτώκει τῇ πόλει καὶ τοὺς αἰτίους τῆς διαβάσεως κατεμέμφετο, ὡς κακῶς προξενήσαντας αὐτῷ τοὺς Ἀθηναίους, καὶ τελευτᾷ δὴ, πρίν τι δεύτερον κακὸν αὑτὸν ἐξεργάσασθαι. ὁ δὲ πάντας βασιλέας παρενεγκὼν ταῖς ἐπινοίαις καὶ μηδὲν καταλιπὼν ἄτοπον νομίσαι, Ξέρξης ὁ Δαρείου, καταγνοὺς μὲν τοῦ πατρὸς ὡς ἐνδεῶς ἐπιχειρήσαντος, ὑπεριδὼν δὲ τῆς πόλεως καὶ τῶν Ἑλλήνων ὡς οὐδαμοῦ φανησομένων, ἀγῶνα διπλοῦν ἀγωνίζεται, τὸν μὲν ὑπερβαλέσθαι, τὴν δὲ τιμωρήσασθαι, μετὰ πολλοῦ τοῦ κρείττονος. καὶ τοσοῦτον ὕβρισε τῇ ὑπερβολῇ ὥστʼ ἔγνω τὸν πρότερον στόλον ὡσπερεὶ παιδιὰν ἀποφῆναι. δοκεῖ δέ μοι καὶ πρὸς τὰς διοσημίας τότε Ξέρξης οὐ μόνον πρὸς τὸν πατέρα ἁμιλλήσασθαι καὶ πρὸς ἅπασαν ὄψιν τε καὶ ἀκοὴν ἀνθρώποις ἀνέλπιστον ὥσπερ ἐνδείξασθαι βουλόμενος ὅτι αὑτοῦ βεβαίως ἐστὶν ἡ γῆ. ποίαν γὰρ κυμάτων ἐπιρροὴν, ἢ τίνας σκηπτοὺς, ἢ τίνας σεισμοὺς, ἢ ποίαν νεφῶν ἢ χαλάζης ἐμβολὴν, ἢ ποίους ἀήθεις ἀστέρας οὐκ ἐλαφροτέρους ἐκεῖνός γε ἀπέδειξεν; ἢ ποίους φόβους ἐγγείους ἢ θαλαττίους οὐχὶ συνέστειλε τοῖς παρʼ αὑτοῦ; οὗ τὰς ἀπειλὰς πρῶτον οὐκ ἦν ἑστῶσι τοῖς ὠσὶν ἀκοῦσαι, ἀλλʼ ἀπῆγον εἰς ἔσχατα γῆς, καὶ προὔλεγον ἃ μηδενὸς ἦν εὑρεῖν πλὴν ἐκείνου μόνου. αἰτεῖν μὲν

Intertext edge

Open linked passage

Note