Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 13
Aristides, Aelius13 129 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
129.p52
129.p52
διετέθησαν, μᾶλλον δὲ τοῖς χειμάρροις εἰς τοὐναντίον περιέστησαν· ὥσπερ γὰρ τὰ ἐκείνων ῥεύματα ἐκ Διὸς αὔξεται, οὕτως ὑπὸ Ξέρξῃ πάντα ἐπέλιπεν. ἐδέχετο δʼ αὐτὸν οὔτε γῆ οὔτε θάλαττα ἱκανῶς, καὶ ταῦτα εἶπε πρὸς τὴν ἐκείνου χρείαν καὶ μετέβαλλεν εἰς ἄλληλα. γῆ τε γὰρ ἡ μὲν ἐγίγνετο, ἡ δʼ ἀπώλλυτο, καὶ θάλαττα ὑπεχώρει καὶ πάλιν συνῄει τῷ βασιλεῖ· —καὶ νῦν ἐστι τῆς νέας θαλάττης ὅσος τῆς ἐκείνου διαβάσεως χρόνος καὶ ὁ Ἄθως ἀντὶ στήλης τῷ ἔργῳ λέλειπται· —ὡς δʼ εἰπεῖν πάντα κινουμένοις ἐῴκει καὶ μεθισταμένοις ὡς ἐκείνῳ δοκοίη. κάμηλοι δὲ χρυσοῦ καὶ ἀργύρου κατέλαμπον, ὅσον μήκιστόν ἐστιν ἀνύσαι, τοσοῦτον ἐπέχουσαι. εἰ δʼ ἐπιθυμήσειε σκιᾶς, δένδρον ἦν αὐτῷ χρυσοῦν ἡ σκιά. ὥστε νύκτωρ μὲν ἤστραπτεν ἀργύρῳ καὶ χρυσῷ, μεθʼ ἡμέραν δὲ νύκτα ἐπῆγεν ὁσαχοῦ τοξεῦσαι κελεύσειε. πολλοῖς δʼ ἦν ἀφανὴς ὧν ἦγεν οὗ γῆς εἴη τὰ νῦν. οὐδὲν δʼ ἦν ἔθνος τῶν κατὰ τὴν πορείαν μεῖζον ἢ κρύπτεσθαι. φιλονεικήσας δὲ μαθεῖν ὁ πάντα ἄτοπος βασιλεὺς ὁπόσους ἄγει, χρῆν γὰρ καὶ τοῦτο ἐκείνῳ γενέσθαι δυνατὸν, ἠναγκάσθη μετρῆσαι τρόπον δή τινα μᾶλλον ἢ ἀριθμῆσαι τὴν στρατιὰν, καὶ κατασκευασάμενος τεῖχος μυρίανδρον πρὸς μέτρον ἠρίθμει. καὶ ὁ μὲν οὕτω πάντα κινῶν ᾔει, τοσαῦτα προσλαμβάνων ὁπόσοις ἐντύχοι, καὶ κατεπτήχει καὶ ἔθνη καὶ πόλεις καὶ πάντα γένη καὶ Εὐρωπαῖα καὶ τὰ ἐπὶ τῆς Ἀσίας πάντα, καὶ πρὸς τὴν κίνησιν εἶκεν ὥσπερ τὰ κοῦφα σὺν πολλῷ τῷ φόβῳ. ἡ πόλις δʼ ἕτερα ἀντεπεδείκνυτο, οὐδʼ ἦν Ξέρξην μᾶλλον θαυμάσαι τῆς ὑπερηφανίας ἢ τὴν πόλιν τοῦ μηδὲν τῶν ἐκείνου θαυμάσαι· ἣ θορύβου τοσούτου διὰ γῆς ἁπάσης καταρραγέντος καὶ τῶν ἠπείρων ἀμφοτέρων κρινομένων ἐπὶ τῆς Ἑλλάδος ἀντέσχεν, ὥσπερ ἔρυμα καὶ πρόβολος, ἀπʼ ἀρχῆς ἀρξαμένη καὶ αὐτὴ τὰ αὑτῆς

Intertext edge

Open linked passage

Note