Orationes 13
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
132.p55
132.p55
ὃ δὲ τούτου τʼ ἐξήρτηται καὶ καθʼ αὑτὸ διαρκῆ τὴν ἐπίδειξιν ἔχει πάλιν σκεψώμεθα. οὐδεὶς γὰρ οὕτω σκαιός ἐστιν οὐδὲ τἀναντία τοῖς φανεροῖς φρονῶν ὅστις οὐ συμφήσει ὡς εἰς τὰς ναῦς ἧκε τότε τοῖς Ἕλλησι τὰ πράγματα, οὐδʼ ὡς τοῦτο ἄριστον ἦν τῆς γνώμης· οἱ μὲν γὰρ εἰς Πύλας ἐξελθόντες καὶ τάξαντες ἑαυτοὺς ἐπὶ τὰς παρόδους οἱ μὲν ὥσπερ νεφέλην προσιοῦσαν οὐκ ἤνεγκαν, ἀλλʼ αἰσχρῶς τὴν ἐπίνοιαν διέφθειραν, δραπετεύειν ἀναγκασθέντες καὶ σώζειν ἑαυτοὺς χωρὶς ἕκαστοι μελλόντων ἔτι τῶν δεινῶν· οὕτως ἀνομοίως τὴν Μαραθῶνι μάχην ἐμιμήσαντο· οἱ δὲ ὑπολειφθέντες οὐκ ἠδυνήθησαν ταυτὸν τοῖς Μαραθῶνι διαπράξασθαι, ἀλλʼ εὐθύς τʼ ἔμειναν ὡς πεισόμενοι μᾶλλον ἢ δράσοντες καὶ καταχωσθέντες ἀπώλοντο, ἑνὶ τούτῳ κοσμήσαντες τὴν Ἑλλάδα, τῷ καλῶς ἀποθανεῖν, καὶ τοσοῦτον ἐπιδειξάμενοι μόνον· οἱ δʼ ὥσπερ χειμάρρους ἐχώρουν διὰ πάντων ἤδη δεχομένων. καίτοι τοῦτο δυοῖν ἐστι σημεῖον, τοῦ μήτʼ ἐν τῇ γῇ φανῆναί τινας τῶν Ἑλλήνων ὁμοίους τῇ πόλει καὶ οἷς ἐκεῖνοι πρότερον κατέπραξαν, μᾶλλον δὲ τοῦ μηδὲ σύμπαντας ὁμοίους καὶ τοῦ τὰ ἐν τῇ θαλάττῃ μόνα τότε τοῖς Ἕλλησι λειφθῆναι· οὕτω δʼ αὖ τούτου σαφοῦς ὄντος καὶ διπλῆν γενέσθαι τὴν γνώμην οὐδενὶ λείποντος τοσοῦτον διήνεγκεν ἡ πόλις ἐν τούτοις ὥστε κἂν αἰσχυνθῆναί τινα ὑπὲρ τῆς λοιπῆς Ἑλλάδος. πρῶτον μέν γε τῷ πλήθει τῶν τριήρων οὕτω λαμπρῶς ὑπερῆρεν ὥστε, εἴ τις χωρὶς ἀφέλοι τὸ τῆς πόλεως ἀξίωμα καὶ τὴν δύναμιν πρός γε τὸν συλλεχθέντα τοῦ ναυτικοῦ ἀριθμὸν, ἐξεῖναι τὰς μὲν τῆς πόλεως ναῦς νομίσαι τὰς ἁπάντων εἶναι, τὰς δὲ κοινὰς ἁπάντων μιᾶς τινος τῶν ἐν τοῖς Ἕλλησι πόλεως. ὥστʼ εἴ τις θεῶν ἤρετο τοὺς Ἕλληνας τότʼ εἰ μὴ δέοι πάσας ἀγωνίσασθαι μηδʼ ἐξείη, πότερον τὰς ἁπάντων τῶν ἄλλων παρούσας δέξαιντο ἂν μᾶλλον ἢ τὰς Ἀθήνηθεν μόνας, οὐχ αἵρεσιν εἶναι πάντες ἂν εἶπον, ἀλλʼ