Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 13
Aristides, Aelius13 133 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
133.p56
133.p56
Ἀθηναίους ὑπὲρ σφῶν ἀγωνίζεσθαι λείπεσθαι. κἂν εἰ πάλιν αὐτὸς ὁ θεὸς αὐτοὺς ἐπανήρετο, οὐκοῦν ὁμολογεῖτʼ Ἀθηναίοις γε θαρρεῖν ὑπὲρ αὑτῶν μᾶλλον ἢ ὑμῖν αὐτοῖς, ἄρνησις οὐκ ἦν δήπουθεν. οὐ γὰρ μέρος εἰς τὸ κοινὸν εἰσήνεγκαν, ἀλλʼ ἡ παρὰ πάντων συντέλεια μέρος τῶν ἰδίων τῆς πόλεως ἐγένετο. ἀλλὰ μὴν τήν γε εὐψυχίαν καὶ τόλμαν τοσαύτην συνεισήνεγκαν ὥστε μικρὸν εἶναι τὸ ταῖς ναυσὶ τοσοῦτον ὑπερέχειν. μόνοι μὲν γὰρ ἁπάντων ἀνθρώπων ὑπέμειναν τὴν ἑαυτῶν ἐκλιπεῖν ὑπὲρ τοῦ μὴ τὴν τῶν ἄλλων ἁπάντων ἀνάστατον γενομένην ἐπιδεῖν, μόνοι δὲ οὐχ ὑπὸ πολεμίων τοῦτο παθόντες, ὑπὸ σφῶν αὐτῶν ἐξῳκίσθησαν ὑπὲρ νίκης, οὐ κατὰ συμφορὰν ὑφʼ ἑτέρων, ἀλλʼ ἃ τοῖς ἄλλοις πέρας εἶναι δοκεῖ τῶν ἐν τοῖς πολέμοις ἀτυχημάτων, ταῦτʼ εἰς ἀρετὴν ἔτρεψαν καὶ παρείλοντο Ξέρξην τὰς ἐλπίδας τὸ καθʼ αὑτοὺς, ἐνδειξάμενοι τοῦθʼ, ὅτι κἂν μυριάκις κατάσχῃ τὴν χώραν, κἂν τὰς ἑστίας διερευνήσηται, κἂν ἐκ βάθρων ἅπαντα ἀνασπάσῃ, οὐδὲν μᾶλλον τὸ τῶν Ἀθηναίων ἀξίωμα καθαιρήσει οὐδὲ ἀφαιρήσεται σφᾶς τό γʼ Ἀθηναίους εἶναι, ἀλλʼ ἀπέραντα πονεῖ καὶ τοῖς ἐν Ἅιδου καταδίκοις προσόμοια. καίτοι τίς προθυμία λαμπροτέρα, τίς εὐψυχία φανερωτέρα τίνων Ἑλλήνων ἢ καθάπαξ εἰπεῖν ἀνθρώπων ἐξετάζοντι φανήσεται; οἳ τῆς γῆς ἐξέστησαν ὑπὲρ τοῦ μήτʼ ἐν γῇ μήτʼ ἐν θαλάττῃ δουλεῦσαι, τὸ μὲν τηρεῖν τὰ ὑπάρχοντα δουλείας ἀρχὴν νομίσαντες εἶναι, τὴν δὲ τῶν ὄντων στέρησιν ἀφορμὴν τῶν μελλόντων ἀγαθῶν ποιησάμενοι, καὶ τοὺς ἔχοντας τὰ ἑαυτῶν ἔσωζον ἀφʼ ὧν αὐτοὶ προεῖντο τὴν αὑτῶν. ἡ μὲν δὴ πρὸ τῶν κινδύνων τε καὶ πρὸς τοὺς κινδύνους προθυμία τοσαύτη καὶ οὕτως ἄλογος ὡς εἰπεῖν, ἢ τό γε ἀληθέστερον εἰπεῖν, οὕτως εὔλογος· ἡ δὲ παρʼ αὐτὸν τὸν ἀγῶνα καὶ κίνδυνον οὕτω περιφανὴς ὥστε μόνους ἔξεστιν εἰπεῖν ἐπὶ σφῶν αὐτῶν νικῆσαι· πρῶτοι γὰρ ἐποίησαν τὴν τροπήν.

Intertext edge

Open linked passage

Note