Orationes 13
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
134.p57
134.p57
βούλομαι δὲ ἐπαναχωρήσας ἔτι μικρὰ πρὸ τῆς ναυμαχίας προειπεῖν. οἱ μὲν γὰρ ἄλλοι πάντες τὸ τῶν νεῶν πλῆθος καὶ τὴν προθυμίαν τῆς πόλεως καὶ τὰς πράξεις ἐγκωμιάζουσιν, ἐγὼ δὲ, εἰ καὶ παράδοξον εἰπεῖν, ἕν τι φημὶ πάντας αὐτοὺς παραλιπεῖν, οὐδενὸς ἧττον τούτων ἄξιον ἰδεῖν καὶ θαυμάσαι, ὃ νῦν αὐτὸς εἰς μέσον θήσω, τἀληθὲς οὐκ αἰσχυνθείς· ὡς ὅστις αἰσχύνῃ τοῦτο παρέρχεται καὶ διʼ εὔνοιαν τὴν πρὸς τὴν πόλιν παραπλήσιον ποιεῖ ὥσπερ ἂν εἰ τὴν ναυμαχίαν παρέρχοιτο διʼ εὔνοιαν τὴν πρὸς τὴν πόλιν. ἀμφοτέρας γὰρ τὰς νίκας ἀνείλοντο σαφέστατα ἀνθρώπων οἱ τότε, πάλαι τε δὴ τὰς Ἀθήνας οἰκοῦντες καὶ ἔτι κάλλιον κομισάμενοι· τοὺς μὲν γὰρ ἐχθροὺς τοῖς ὅπλοις, τῇ δʼ ἐπιεικείᾳ τοὺς φίλους ἐνίκησαν. τὸ γὰρ τοσαύτην μὲν προθυμίαν παρεχομένους ὑπὲρ τῆς ἁπάντων σωτηρίας, τοσαύτην δὲ εἰσφορὰν εἰσενεγκόντας τῇ κοινῇ χρείᾳ, πάντα δὲ αὐτοὺς ὄντας, καὶ τῶν μὲν πραγμάτων εἰς τὴν θάλατταν καὶ τὰς ναῦς, τῶν δʼ ἐν ταῖς ναυσὶν εἰς τὴν πόλιν ἀνακειμένων, τῶν δʼ ἄλλων, ὥσπερ χειμῶνος ὥρᾳ, καταφευγόντων πρὸς τὴν ἐκείνων δύναμιν καὶ ἐπὶ τῆς ἐκείνων ἀρετῆς τε καὶ τύχης ὁρμούντων, καὶ μηδʼ ἂν αὐτῶν, ὅπερ εἶπον, ἐξάρνων γιγνομένων ὡς οὐχ οὕτως ταῦτʼ ἔχει, τοσοῦτον πραότητος καὶ μεγαλοψυχίας προσθεῖναι ὥσθʼ ἑτέροις ἡγεῖσθαι συγχωρῆσαι τὴν ἐπὶ σχήματος ἡγεμονίαν, καὶ μὴ φιλονεικῆσαι, μηδὲ ἃ κἂν οἱ νωθρότατοι τὴν φύσιν εἶπον, κἂν ὑπὲρ αὐτῶν ἕτεροι μηδὲν μήτε φθέγξασθαι μήτε μελλῆσαι μήθʼ ὅλως φωνὴν ἔχουσιν ἐοικότας ὀφθῆναι τούτων ἕνεκα, πῶς οὐ πᾶσαν ἤδη σοφίαν παρʼ ἐκείνοις οὖσαν ὡς ἀληθῶς ἀποφαίνει καὶ πάντων ἄνδρας ἀρίστους ἐκείνους καὶ κατὰ ἔθνη καὶ καθʼ ἕνα καὶ ὁπωσοῦν ἐξετάζοντι; εἰ γὰρ τότʼ ἐκεῖνοι δυσχεράναντες τὴν τοιαύτην ἀγνωμοσύνην ἐκποδὼν ἔστησαν, ἢ πρὸς φιλονεικίαν ἐχώρησαν, τίς μηχανὴ σωτηρίας, ἢ ποῖον ὄναρ χρηστὸν κατελείπετο τοῖς ἄλλοις, ἢ