Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 13
Aristides, Aelius13 135 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
135.p58
135.p58
τίς τῶν εἴτε πλεόνων εἴτε ἐλαττόνων νεῶν ὑπῆρξεν ἂν εἰς τὸ δέον τοῖς Ἕλλησιν ἔτι; φέρε γὰρ πρὸς θεῶν, ἵνα μικρὸν προσδιατρίψωμεν τῷ λόγῳ καὶ τὸ ἦθος αὐτῶν καὶ πᾶν ὃ λέγω σαφέστερον κατίδῃ τις, εἰ τὴν ἡγεμονίαν αὐτοὶ τότε τοὺς Ἕλληνας ᾔτησαν, λέγοντες ὡς, ἂν μὲν κρατηθῶσι τῇ ναυμαχίᾳ, οὐκ ἔσονται κύριοι σφίσιν αἱρεῖσθαι τοὺς ἡγεμόνας οὐδὲ ὑπὲρ τῶν ἐν αὐτοῖς ἡγησομένων ὁ βάρβαρος αὐτοῖς εἶναι ποιήσει τὸν λόγον, ἀλλʼ ἀκολουθεῖν αἰσχρῶς ἐκείνῳ δεήσει καὶ δούλους καὶ ἀναρπάστους γενέσθαι, ἴσως δὲ οὐδʼ ἀκολουθεῖν, ἀλλʼ ἀφανισθέντας τρόπον ὅντινα ἐκείνῳ δόξειεν ἀπελθεῖν ἐξ ἀνθρώπων αὐτοῖς ἱεροῖς καὶ ὅπλοις καὶ νόμοις· λέγοντες δʼ ὅτι ταῦθʼ ἡμεῖς προορώμενοι τὴν πόλιν εἰς τὰς τριήρεις πᾶσαν μετεσκευάσαμεν, καὶ εἴτε δεῖ τὰ μέγιστα τετολμηκέναι, ἐκλέλειπται τὰ κοινὰ τῆς ἀνθρωπείας φύσεως ἡμῖν ὑπὲρ ὑμῶν, εἴτε παρασκευῆς οὕτως ἔχειν, ὡς ἀβίωτον ὂν ἡττηθεῖσιν, ἡμεῖς τοῦτο διανενοήμεθα· καὶ μόνοις ἡμῖν ἀναγκαῖόν ἐστι τὸ νικᾶν· ὥστʼ εἴτε τι νίκης δεῖσθε, τοσοῦτον ἡμῖν προκέκοπται, εἴτε καὶ τὴν συντέλειαν δεῖ σκοπεῖν, δύο τοῦ παντὸς μέρη μόνοι πληροῦμεν, οὗτοι δʼ εἰκοστὸν τοῦ παρʼ ἡμῶν· εἰ ταῦτʼ ἔλεγον καὶ κεφάλαια προσετίθεσαν, ὅτι εἰ μὲν δέχεσθε ἐπὶ τούτοις· εἰ δὲ μὴ, σκοπεῖτε μὴ οὐχ ἡμᾶς μειζόνων ἢ ὑμᾶς αὐτοὺς ἀποστερήσετε· εἰ δὲ δὴ καὶ προσέθηκαν, ἐῶ γὰρ τὸν ἡγούμενον, ὃς τοσοῦτον ἁπάντων ὑπερεῖχεν ὥσθʼ εἷς ἀντὶ πάντων ἦν, ὃς μόνος καὶ τόπους καὶ καιροὺς καὶ τὰ τῶν βαρβάρων ἀπόρρητα καὶ τὰ μέλλοντα ὥσπερ μάντις ἐξηγεῖτο· ἀλλʼ εἰ προσέθηκαν ἐκεῖνο μόνον τῇ προκλήσει, ὅτι, εἰ δʼ ἄρʼ ἄλλως ἐγνώκατε ὑμεῖς, ἡμῖν δʼ ἕτερος δώσει τὴν ὑμετέραν ἡγεμονίαν ἄσμενος καὶ προσθήσει χρήματα Μηδικὰ καὶ δωρεὰς, πρὸς ταῦθʼ αἱρεῖσθε ὁπότερα βούλεσθε, ἆρʼ ἢ τῷ δικαίῳ λόγους οὐχὶ συμβαίνοντας, ἢ ταῖς παρούσαις ἀνάγκαις οἵους ἐγχωρεῖ παριδεῖν, εἶπον ἂν, εἰ τούτοις

Intertext edge

Open linked passage

Note