Orationes 13
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
136.p59
136.p59
ἐχρῶντο; μὴ γὰρ ὅτι λειπομένης μὲν τῆς θαλάττης μόνης, τοσαύτας δὲ ναῦς αὐτοὺς ἰδίᾳ παρεχομένους, τῶν δʼ ἐλπίδων ὄντας τὸ κεφάλαιον, ἐφεστηκότας δὲ τῇ ῥοπῇ τῆς σωτηρίας, μόνους δὲ ἀγωνιστὰς ὄντας τοῦ πράγματος ἀξιόχρεως, πάντων δὲ προβεβληκότας αὑτοὺς, οὐχ ἡγεμόνων τάξιν μόνον, ἀλλὰ καὶ πατέρων, ἔχοντας δʼ ὡς εἰπεῖν παρʼ αὐτῶν ὧν ἐποίουν τὴν ἡγεμονίαν· ἀλλʼ εἰ κοινὰ μὲν πάντα ἦν, μηδεὶς δὲ ὑπερεῖχε μηδενὸς, πάντες δʼ ἐξ ἴσου συνετέλουν, οἱ δὲ ναύαρχοι παραπλησίως εἶχον τὰς φύσεις ἀλλήλοις, ἔρανος δʼ ἦν, ἔδει δʼ ἐκ τῶν ὑπαρχόντων σκεψαμένους τοὺς ἡγησομένους καταστῆσαι, πῶς οὐκ ἐκεῖνοι διὰ πάντων ἐξέλαμπον ὥσπερ ἀστέρες; ἢ πῶς οὐχ ὑπὲρ σύμπαντας ἦσαν ταῖς ψήφοις, οὐ μόνον κατὰ τὴν ἐπιστήμην; καίτοι τοῦτο ἔσχατον εἶναι δοκεῖ τῶν δικαίων ἐν τοῖς τοιούτοις· οὐ γὰρ δή που κατὰ μίαν μὲν τῶν τριήρων αὐτοῖς οὕτως ἦρχον οἱ κυβερνῆται τέχνῃ προκριθέντες, πασῶν δὲ λαβεῖν τὴν ἡγεμονίαν οὐ τοῖς ταῦτα κρατίστοις ὠφείλετο, ἀλλὰ καὶ τοῦτο μικρὸν ἐκείνοις τὸ δίκαιον. ἀλλʼ ἐκεῖνό γε δὴ καὶ πρόδηλον καὶ μόνον ἀρκοῦν, τῶν συνειλεγμένων δέον τινὰς ἡγεῖσθαι τοῦ πρὸς τὸν βάρβαρον πολέμου, οὐ τοὺς πρὸς τὸν πρότερον στόλον τῶν αὐτῶν τούτων βαρβάρων μόνους κινδυνεύσαντας ὑπὲρ πάντων, τούτους ἡγεῖσθαι ἔδει; οἷς γὰρ τὰ παρόντα κοινὰ πρὸς τοὺς μετέχοντας ἦν, οὗτοι τοῖς ἰδίοις ἐνίκων ἅπαντας· καὶ τοσούτῳ γε ἐλάττω τὴν χάριν ἐκομίζοντʼ ἂν, ὅσῳ πάντας μὲν ἠλευθέρωσαν, τῶν παρόντων δὲ ἔμελλον ἡγήσεσθαι.
136.p60
136.p60
καὶ μὴν εἰ μὲν οὐδεὶς ἀντεῖπεν αὐτοῖς πρὸς ταῦτα, ἀλλὰ πάντες ἀμφοῖν χεροῖν ἀπέστησαν, πῶς οὐκ ἄξιον τῆς μεγαλοψυχίας ἀγασθῆναι; οἳ πανταχῆ παρεῖδον τὰ καθʼ ἑαυτοὺς, καὶ τοσοῦτον μὲν τὸν πρόσθεν ἀράμενοι, πάλιν δὲ ἐν τῷ τότε ὑπὲρ τὴν φύσιν φιλοτιμούμενοι πλέον οὐδὲν ἐζήτησαν. εἰ δὲ μὴ προσέξειν ἔμελλον αὐτοῖς οἱ Ἕλληνες, οἱ δὲ πρὸς ὀργὴν ἐγκατέλιπον, τί ἦν ἐν μέσῳ τῆς οὐδʼ ἐν τοῖς βαρβάροις ἀπεστερημένης Ἑλλάδος τὸ θαυμάζεσθαι ἀλλʼ οὐδʼ ὄνομα νῦν λείπεσθαι; ἀλλὰ μὴν