Orationes 13
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
137.p61
137.p61
τριῶν γε ἕν τι κατηνάγκαστο, ἢ πάντων εἰξάντων ἔχειν τὴν ἡγεμονίαν, οὗ μεῖζον οὐδὲν ἂν εἴποι τις δεῖγμα τῆς ἐκείνων ἀρετῆς καὶ τοῦ προῖκα τοὺς Ἕλληνας ἐλευθεροῦν, ἢ μηδενὸς ταῦτα συγχωροῦντος ἅπαντας οἴχεσθαι καταλειφθέντας, ἢ δίχα τὰς ψήφους ἐλθεῖν, ἐν ᾧ στασιάζειν καὶ πολεμεῖν πρὸς ἀλλήλους ἦν, οὐκ ἔχοντας ὅπως χρὴ τοῖς βαρβάροις· ὃ τῇ μὲν τοῦ πράγματος φύσει συμβὰν, τῇ δὲ ἐκείνων προνοίᾳ κωλυθὲν φαίνεται. καὶ μὴν εἰ μὲν ἐκίνει ταῦτα αὐτοὺς ἃ νῦν διεξῆλθον, εἶτα κατεῖχον σιγῇ τοὺς λογισμοὺς, ἐσχάτης βάσανον καρτερίας παρεῖχον. εἰ δʼ οὐδὲν ᾤοντο ἐλαττοῦσθαι, τίνας εἰς ταυτὸν ἄξιον ἐκείνοις θεῖναι, οἳ μόνοις ᾔδεσαν τοῖς βαρβάροις ὀργίζεσθαι; ἀλλʼ οἶμαι πρὸς ἓν τοῦτο ἅπαντα συνετάξαντο, ὅπως καὶ τοὺς παρόντας καὶ τοὺς ἀπόντας τοὺς μὲν ἑκόντας, τοὺς δʼ ἄκοντας ἐξαιρήσονται καὶ τοῦτο δίκαιον ἑώρων μόνον, ἐπεὶ πάντα γε εἰ καθαρῶς ἐξήταζον, οὐδεὶς ἂν Ἑλλήνων τότʼ ἦν ἐν Σαλαμῖνι. προσθήσω γὰρ εὐφημίας ἕνεκα τὴν Σαλαμῖνα. νῦν δὲ τοῦτο σφίσιν ἔκριναν ἐξαρκεῖν, καταστῆναι τοῖς Ἕλλησι τὰ πράγματα. καὶ διὰ τοῦτο οὐ μόνον τῆς ἡγεμονίας, ἀλλὰ καὶ τῆς πόλεως αὐτῆς ἀπέστησαν, ἁπάσης ἰδίας ἀσφαλείας καὶ πλεονεξίας τὰ κοινῇ συμφέροντα προκρίναντες, καὶ νομίζοντες ταύτην ὡς ἀληθῶς καὶ μεγάλην ἡγεμονίαν κατεργάσεσθαι, ἐὰν ἡγήσωνται τοῖς Ἕλλησι πρὸς τὴν ἐλευθερίαν καὶ τὸ σωθῆναι. Λακεδαιμονίους δὲ, ὥσπερ οἱ τοὺς παῖδας προδιδάσκοντες, ἐβουλήθησαν προθυμοτέρους ποιῆσαι. καὶ διὰ τοῦτο ἤγαγον εἰς τὸ πρόσθεν παρακλήσεως ἕνεκα καὶ τοῦ τὰ πραττόμενα ὑπὸ σφῶν μιμεῖσθαι. ταῦτα δὲ ἐποίουν καὶ τοῖς ψηφίσμασιν. οὐ μὴν ὥσπερ τῷ ῥήματι καὶ τῷ κέρᾳ τῆς παρατάξεως, οὕτω κἀν ταῖς πράξεσι τὴν ἡγεμονίαν ἑτέροις παρεῖσαν, πόθεν; ἀλλʼ οἱ μὲν ὄνομα ἡγεμόνων, οἱ δʼ ἔργα παρείχοντο, καὶ τοσούτῳ κάλλιον αὐτοῖς τὸ σχῆμα καθίστατο ὅσῳ τῶν ἡγεμόνων αὐτῶν