Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 13
Aristides, Aelius13 140 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
140.p66
140.p66
τὴν σοφίαν λέγω, διʼ ἣν καὶ τῆς ὑπὸ πάντων ἐν τοῖς λόγοις τιμωμένης τοῖς ἄρχουσιν εὐπειθείας τοὺς πώποτʼ ἐνίκησαν τῷ δόγματι. καὶ οἱ μὲν οὕτως ἀπεσκευασμένοι πρὸς τῇ Σαλαμῖνι κατεῖχον τοὺς Ἕλληνας, ὁ δὲ ἀμφοτέρᾳ τῇ χειρὶ παρῆν, ἄγων τοὺς μέχρι τῆς Ἀττικῆς Ἕλληνας ὁμοῦ καὶ βαρβάρους, καὶ πέμπει δὴ πάλιν εἰς τὴν Σαλαμῖνα, κελεύων ἃ πρὸ τοῦ, γῆν καὶ ὕδωρ λαβεῖν, νομίζων, εἰ παρόντων καὶ ὁρωμένων τῶν δεινῶν γίγνοιντο οἱ λόγοι, μᾶλλόν τι καμφθήσεσθαι καὶ παραδώσειν τὰ ὦτα αὐτούς· ἐνταῦθα δὴ καὶ πλεῖστον ἐλπίδος ἐσφάλη. οὕτω γὰρ πόρρω δέους ἢ τοῦ μεταθέσθαι περὶ τῶν ἐξ ἀρχῆς ἐγνωσμένων ἐγένοντο ὥστʼ ἐπειδή τις ἐτόλμησεν εἰπεῖν ὡς χρὴ συγχωρεῖν, αὐτοὶ μὲν αὐτὸν, αἱ δὲ γυναῖκες τὴν γυναῖκα ἐπελθοῦσαι διέφθειραν ἐκ χειρός. καὶ παράκλησις αὕτη πρώτη πρὸς τὴν ναυμαχίαν τοῖς Ἕλλησιν ἐγένετο κοινὴ τῶν τε ἀνδρῶν καὶ τῶν γυναικῶν. οὐ μὴν κατῄσχυναν ταύτην τοῖς ἔργοις ἐφεξῆς, ἀλλὰ πρῶτον μὲν ἀνάξια τῶν Ἑλλήνων βουλευομένων τῆς ἐπʼ Ἀρτεμισίῳ τόλμης καὶ τῆς Ἀθηναίων παρουσίας καὶ νικῶντος ἤδη τοῦ δρασμοῦ, διεκώλυσαν αὐτοὶ καὶ κατηνάγκασαν ὥσπερ παῖδας ἄκοντας ὑποστῆναι τῇ θεραπείᾳ πάντα πραγματευσάμενοι, τὸ μὲν πρῶτον ἐνδεχομένους μόλις φωνὴν πείθοντες, ἔπειτα, ὡς ἀπέραντον ἦν, ἀπροσδοκήτως περιθέντες τὰς ἀνάγκας καὶ συσκευάσαντες τὴν ναυμαχίαν, ὥστε πρὸς βίαν θαρρῆσαι. ἔπειτα γιγνομένης τῆς συνόδου καὶ τῶν βαρβάρων περικαλυψάντων ταῖς ναυσὶν ἅπαντα τὸν ἔξω τόπον, τότε ἤδη καὶ γῆς καὶ θαλάττης παρὰ τοσοῦτον ἐξειργόμενοι, παρʼ ὅσον αἱ τριήρεις ἐπεῖχον, καὶ ὡς ἀληθῶς ὥσπερ ἐν θαλάττῃ καὶ κύμασι πανταχῆ ταυτὸν ὁρῶντες ὅποι βλέψειαν, πολεμίους, οὐδὲν παρεῖσαν ἑτέροις, ἀλλὰ πρῶτοι μὲν αὐτοὶ κατῆρξαν τῆς ναυμαχίας, ὥσπερ ἐν Εὐβοίᾳ

Intertext edge

Open linked passage

Note