Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 13
Aristides, Aelius13 141 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
141.p67
141.p67
πάντων ἀποκνούντων, μόνοι δὲ τὸ πᾶν ἐξειργάσαντο, ὅσα μὲν στρατηγοῦ προνοίᾳ κακῶσαι τὸν βασιλέα ἔδει πρότερον παρασκευάσαντες, ὥστʼ ἐν τοῖς πολεμίοις φιλίων καὶ τῶν συνευξομένων εὐπορῆσαι—λέγω δὲ τὴν περὶ τοὺς Ἴωνας πρᾶξιν—ἃ δὲ χειρῶν νόμῳ καὶ μετὰ κοινῆς τῆς εὐψυχίας ἔδει πραχθῆναι, κάλλιστα δὴ τῶν ὑφʼ ἡλίῳ μάρτυρι καὶ τολμήσαντες καὶ τελεσάμενοι, τάξαντες μὲν αὑτοὺς ἐναντία ἐκείνοις, οἵπερ ἦσαν κεφάλαιον τοῦ ναυτικοῦ τῶν πολεμίων, τρεψάμενοι δὲ πρῶτοι καὶ διαφθείραντες ἄλλας ἀλλαχοῦ τῶν νεῶν ἐν παντοδαποῖς τῶν ἔργων εἴδεσι, παρασχόντες δὲ τοῖς λοιποῖς διώκειν ἀντὶ τοῦ ναυμαχεῖν. ὥστʼ ἐμοὶ μὲν παραπλησίως οἱ Ἕλληνες δοκοῦσι νικῆσαι τὴν ναυμαχίαν ἐκείνην ὥσπερ ἂν εἰ καὶ Μαραθῶνι παρόντες μετέσχον τῆς νίκης. ἐκεῖ τε γὰρ ἤρκεσεν ἡ πόλις αὑτῇ καὶ ἐν Σαλαμῖνι τῶν γιγνομένων ἀπέλαυσαν οἱ λοιποί. καὶ τότε μὲν ἡμέρᾳ μιᾷ τῆς μάχης ὑστέρησαν Λακεδαιμόνιοι, ἐκείνῃ δὲ τῇ ἡμέρᾳ αὐτῆς ὑστέρησαν τῆς τροπῆς οἱ συντελεῖς. καὶ τοσοῦτον διενήνοχεν ὥστʼ εἰκότως ἄν τινα φῆσαι μὴ μόνον τῆς ἐλευθερίας μηδὲ τῶν ἄθλων τῶν ἐκ τῆς ναυμαχίας χάριν ἂν τῇ πόλει τοὺς Ἕλληνας ἔχειν δικαίως, ἀλλὰ καὶ τῆς νίκης αὐτῆς. καὶ γὰρ ταύτην ὥσπερ ἄλλο τι κέρδος προσλαβόντες φαίνονται καὶ τῆς φιλοτιμίας κοινῇ μετασχόντες. ἐνταῦθα δὴ πᾶσα μὲν ἀκτὴ ναυαγίων ἐπέπληστο, πάντες δὲ οἱ πορθμοὶ συνεκέχυντο, ἔφερε δὲ ὁ πόρος πρὸς τὴν ἤπειρον ἔξω τῷ βασιλεῖ δεινὰ θεάματα καὶ μάλα ἀπᾴδοντα τῆς ἐκείνου περινοίας καὶ τρυφῆς. ἄξιον δὲ καὶ τῆς ἐπιθήκης τῶν κακῶν τῶν γενομένων τοῖς βαρβάροις μνησθῆναι. τὸ γὰρ δὴ πάρεργον τῶν ἔργων οὐκ ἀτιμότερον προσεξείργασται. τί οὖν ἦν τοῦτο; τρεῖς τόπους οἱ βάρβαροι κατέλαβον τὸ κατʼ ἀρχὰς, τὴν ἤπειρον, τὴν θάλατταν, τὴν πρὸ τῆς

Intertext edge

Open linked passage

Note