Orationes 13
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
143.p70
143.p70
μετὰ τῶν βαρβάρων. ὥστε καὶ ἐξ ὧν οὐκ ἔπαθον οἱ Ἕλληνες καὶ ἐξ ὧν ἔμελλον πείσεσθαι καὶ οἷς ἐποίησεν ἡ πόλις καὶ οἷς οὐκ ἐποίησε μόνη φέρεται τὴν τοῦ παντὸς κρίσιν· ἔτι πρὸς τούτοις τῇ τοῦ στρατηγοῦ συντελείᾳ, τῷ πλήθει τῶν τριήρων, τῷ κατάρξαι τῶν ναυμαχιῶν, τῷ τοὺς τόπους εὑρεῖν, τῷ τοὺς Ἕλληνας κατασχεῖν, τῷ πρώτην νικῆσαι καὶ τὴν μεγίστην τοῦ ναυτικοῦ μοῖραν, τῷ πλεῖστον διαφθεῖραι, τοῖς ἀπʼ Ἐλευσῖνος φάσμασι, τοῖς ἐν Ψυτταλίᾳ περιττοῖς, τῇ παρὰ τῶν ἐχθρῶν· οἱ μὲν γὰρ τὰ ἀριστεῖα ἔδοσαν τῇ πόλει καὶ ταῦτα ἡγεῖσθαι ἐφʼ ὧν ἦν, ὁ δὲ ἐκείνων βασιλεὺς φεύγων ᾤχετο· ὥστε καὶ παρὰ θεῶν καὶ παρʼ ἀνθρώπων καὶ φίλων καὶ πολεμίων τῇ πόλει δεδόσθαι τὰς ψήφους. καὶ ταύτῃ αὖ διχόθεν ταῦτα συμβαίνει, τὰ μὲν ἐξ ὧν κοινῇ προὐκρίθη καὶ κατέπραξε, τὰ δʼ ἐξ ὧν διὰ τοῦ στρατηγοῦ. καὶ τὰ μὲν αὖ τοῦ βασιλέως οὕτως εἶχε· Μαρδόνιος δὲ ὑπελείπετο μὲν θανατῶν, συνειδὼς ἑαυτῷ μέρος τι τῆς στρατείας αἴτιος γεγονὼς, τῆς δʼ αὐτῆς μονῆς καὶ τύχης ἔγνω τι καὶ τολμήσας καὶ λαβὼν παρὰ τοῦ βασιλέως τὰ κράτιστα τοῦ πεζοῦ προσεκάθητο. οὐ μὴν οὐδὲ πρὸς ταῦτα ἑτέρων ἐδέησε τοῖς Ἕλλησιν, ἀλλʼ ὥσπερ ἄλλο τι λοιπὸν καὶ τοῦτο προσεξειργάσατο ἡ πόλις καὶ διεξῆλθε μέχρι τῆς τελευτῆς, ὥσπερ οἱ τοὺς στεφάνους συνειρόντες. οἱ μὲν οὖν ἄλλοι τῇ μετουσίᾳ τῆς μάχης σεμνύνονται, ὅσοι δὴ καὶ παρεγένοντο, καὶ ταῦτα οὐδένες αὐτῶν ἐγγὺς τῆς πόλεως οὔτε πλήθει στρατοπέδου οὔτε προθυμίᾳ γενόμενοι, ἡ δὲ ὑμετέρα πόλις πολλῷ πρότερον τῆς μάχης ἐνίκησεν αὖθις καὶ Μαρδόνιον καὶ βασιλέα ὡς ἀληθῶς ἰδίαν νίκην ἑαυτῆς καὶ μόνοις τοῖς Ἀθηναίοις προσήκουσαν. ὡς γὰρ πρὸς αὐτὴν ἑώρα πᾶν τὸ Ἑλληνικὸν καὶ παρʼ ἀμφοτέρων ἔγνωστο καλῶς οὗ τῶν πραγμάτων ἐστὶ τὰ κύρια, καὶ παρὰ τῶν Ἑλλήνων λέγω καὶ παρὰ τῶν βαρβάρων, ἐνθύμιον βασιλεῖ καὶ Μαρδονίῳ γίγνεται· ὃ καὶ φρόνιμον καὶ εὔηθες ἔξεστι