Orationes 13
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
146.p74
146.p74
Λακεδαιμονίων δεόμενοι· τὸ γὰρ ἀνθέλκειν καὶ καλεῖν ὡς αὑτοὺς ἑκατέρους ψῆφος ἦν φανερὰ καὶ πίστις ἐναργὴς παρʼ ἀμφοῖν ὅτι καὶ σφῶν αὐτῶν καὶ τῶν ἐναντίων συνίσασι κρείττους ὄντας οὐ μικρῷ τινι. οὕτω δʼ ἐλπίσαντες ἐξ ἀρχῆς ἔτι μᾶλλον θαυμάσαντες ἀπῆλθον· τῶν μὲν γὰρ οὐκ ἠνέσχοντο, τοὺς δὲ ἀπὸ πολλοῦ τοῦ κρείττονος προσεδέξαντο. ὥστε καὶ τὸ εἰκὸς προσγενέσθαι, τὸ καὶ αὐτοὺς ὑπὲρ σφῶν αὐτῶν τὴν ἀξίαν προσθέσθαι ψῆφον καὶ τρεῖς εἶναι τοὺς μάρτυρας ἑξῆς, τοὺς πολεμίους, τοὺς συμμάχους, αὐτοὺς ἑαυτοῖς ἔργῳ διὰ πάντων ὁμοίους γεγενημένους. συναγαγόντες δὲ τοὺς Ἕλληνας ἤδη μᾶλλον αὐτοῖς ἀκολουθεῖν δυναμένους Πλαταιᾶσι γίγνονται. καὶ τὸ μὲν ἀξίωμα τῶν στρατοπέδων, ἢ τὴν παράταξιν τῶν βαρβάρων, ὡς ἐτάχθη διὰ τῆς Βοιωτίας, ἢ τὰ πρὸ τῆς μάχης διηγεῖσθαι διατριβή ἐστι τῆς σπουδῆς οὐκ ἐφικνουμένη. μαρτυρία δʼ αὖθις γίγνεται τῇ πόλει θαυμαστὴ παρʼ ἀμφοτέρων ἐπὶ τῆς μάχης. Λακεδαιμόνιοι μὲν γὰρ Ἀθηναίοις ἐξέστησαν τῆς ἐπὶ Πέρσας τάξεως, ὥσπερ ἀνάγκῃ τινὶ καὶ φύσει συγκεκληρωμένον Πέρσας Ἀθηναίων ἡττᾶσθαι. αὖθις δὲ ἀνθυπῆγε Μαρδόνιος τοὺς Λακεδαιμονίους ἀνθαιρούμενος, ἡγούμενος λυσιτελεῖν αὑτῷ Λακεδαιμονίους καλῶς ἀποθνήσκοντας μᾶλλον ἢ Ἀθηναίους καλῶς νικῶντας. ταῦτα γὰρ ἐκ τῶν πρὸς αὐτοὺς παραδειγμάτων εὕρισκεν. ὥσπερ οὖν οἱ πύκται περὶ τῆς στάσεως πρῶτον ἠγωνίσαντο, οἱ δὲ ἐδέχοντο μὲν Πέρσας, ἐδέχοντο δὲ πάντας ἀνθρώπους, ὑπῆρχον δὲ εἰς ἅπαντα νικῶντες, τοὺς μὲν βαρβάρους ἀρετῇ, τοὺς δʼ Ἕλληνας ἀρετῇ τε καὶ πλήθει. καὶ τήν τε μάχην κρίνουσι διὰ πάντων ἐξελθόντες καὶ τοὺς ἡγουμένους τῆς ἵππου διαφθείραντες. καὶ δεῆσαν τειχομαχίας, ὅσον αἰσχυνθείη τις ἂν εἰπεῖν οἱ ἄλλοι πρὸς αὐτοὺς ἦσαν, ἕως τῶν βαρβάρων οἱ μὲν οὐχ ὁμοίως καὶ πρόσθεν κατεῖχον τὴν Βοιωτίαν κείμενοι,