Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 13
Aristides, Aelius13 155 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
155.p85
155.p85
παρασκευῆς τὴν ὑπερβολὴν παρέχειν θαυμάσαι; τά τε γὰρ πρὸς τοὺς βαρβάρους ὡς πᾶσαν ἄγουσα ἀπὸ πάντων σχολὴν οὕτω διῳκήσατο, καὶ τοῖς ἐνοχλοῦσι τῶν Ἑλλήνων οὐδὲν μᾶλλον ὑπῆρχε χρήσασθαι τῷ καιρῷ, ἀλλὰ καὶ τούτοις οὕτως ἀπήντησεν ὥστε σύμπεντε καὶ συμπλείω ταῦτʼ ἔχειν ἀπαριθμεῖν ὥσπερ ἄλλʼ ἄττα συλλήβδην ἀριθμούμενα. ἐνίκων μέν γε ναυμαχίᾳ Πελοποννησίους ἐπὶ Κεκρυφαλίᾳ, ἐνίκων δʼ Αἰγινήτας πρὸς Αἰγίνῃ, καὶ Πελοποννησίους αὖθις. Μεγαρεῦσι δʼ ἔστησαν τείχη μέχρι θαλάττης, καὶ τὴν ἐλευθερίαν ἅμα καὶ χώραν διεφύλαξαν· ἐνίκων δὲ Κορινθίους πρὸ Μεγαρέων, καὶ πρὶν δώδεκα ἐξήκειν ἡμέρας ἐνίκων αὖθις ἑτέραν, οὐ καλῶς τὸ τρόπαιον ὑφαρπάζοντας. καὶ οὔπω ταῦτα μεγάλα· ἀλλʼ εἰρήσεται γὰρ, κἂν ἐπείγωμαι· ἡ γὰρ προσθήκη δείξει τὸ πᾶν. ἀπῆσαν μὲν γὰρ αἱ δυνάμεις τῇ πόλει, ἡ μὲν κατὰ τὴν τῶν Αἰγυπτίων χρείαν, νῆες πλείους ἢ τότʼ ἦσαν ἐν τοῖς Ἕλλησιν αἱ σύμπασαι σχεδόν· ἡ δʼ Αἰγίνῃ προσεκάθητο, ὅπερ καὶ τοὺς ἐναντίους μᾶλλον ἐπῆρεν ὁρμῆσαι πρὸς τὰ Μέγαρα. ᾤοντο γὰρ εἶναι σχολὴν Ἀθηναίων εἰς τὸ ἔργον αὑτοῖς. εἰ δʼ ἄρα καὶ τὰ δεύτερα νικῴη, ἀλλʼ ἑτέραν λύσειν πολιορκίαν, τὴν Αἰγίνης· οὐ γὰρ ἄλλοθέν γε λοιπὸν ἥξειν αὐτούς. οἱ δὲ τοσοῦτον κατεγέλασαν τοῦ σοφίσματος ὥστʼ οὐδὲν μᾶλλον οἱ πρὸς Αἰγίνῃ τότʼ ἐκινήθησαν τῶν ἐν Αἰγύπτῳ καὶ μηδὲν πεπυσμένων, ἀλλὰ τὸ λοιπὸν τῆς ἡλικίας οἱ πρεσβύτατοι καὶ νεώτατοι βοηθοῦσιν εἰς τὰ Μέγαρα, καὶ δυοῖν μάχαιν ἑξῆς κρείττους τῆς τῶν Κορινθίων καὶ Πελοποννησίων ἀκμῆς ἐφάνησαν· ὥστʼ ἐκείνους ἀκριβῶς ἤδη συγχωρῆσαι καὶ μηδὲν ἔχειν εἰπεῖν ἔτι, μηδʼ ὡς οὐ δικαίως τά γε νῦν ταῦτα προσανιμήκεσαν. καί μοι δοκεῖ θεῶν τινος εὐνοίᾳ καὶ σπουδῇ πρὸς τὴν πόλιν συσκευασθῆναι τοῦτο τὸ δεύτερον, ὥσπερ

Intertext edge

Open linked passage

Note