Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 13
Aristides, Aelius13 161 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
161.p93
161.p93
κληθῆναι κατὰ τῆς πόλεως ὑπὸ τῶν ἀπʼ ἐκείνου σωθέντων ταῖς ἀπὸ τῆς πόλεως πράξεσι, προσγενομένου δὲ κἀκείνου μάλα ἀσμένως, καὶ συμπολεμοῦντος καὶ σώμασι καὶ ναυσὶ καὶ χρυσῷ καὶ τίνα γῆς ἢ θαλάττης οὐ παρέχοντος ἀφορμὴν τῷ πολέμῳ; ἦν μὲν οὐδεὶς ὅστις οὐκ ἂν ἤλπισεν, ἔξωθεν οὑτωσὶ σκοπῶν, ἀναρπασθήσεσθαι νῦν ἤδη τὴν πόλιν, οὕτω κοινῷ πολέμῳ βαρβάρων τε καὶ Ἑλλήνων συνεχομένην· οἱ δʼ οὕτω μετέστησαν τὰ πράγματα ὥσπερ ἁπάντων τούτων ὑπὲρ αὐτῶν, ἀλλʼ οὐ κατʼ αὐτῶν γιγνομένων, ἢ στρατηγούντων σφίσι τῶν πολεμίων. τὸ δὲ πάντων μέγιστον ὅτι καὶ τῆς πολιτείας κινηθείσης καί τινων ἀλλοτριωθέντων σφίσι τῶν οἴκοι, τόπον οὐδένα ἔχοντες οὗ χρὴ στῆναι πλὴν Σάμου, καθάπερ ἐν τῷ Μηδικῷ κινδύνῳ τῆς Σαλαμῖνος, ἀλλʼ ἕτερον δή τινα καὶ οὗτοι τρόπον εἰς ταυτὸν ἐλθόντες τοῖς τότε, καὶ τὴν πόλιν ἐκλιπόντες μέρει τῷ πλείστῳ, κατεστήσαντο μὲν τὰ οἴκοι, ἐκράτησαν δὲ τοὺς ἔξω, διέλαβον δὲ τροπαίοις τὸν Ἑλλήσποντον, ἄλλους ἄλλοσε καταδιώκοντες, ὥσπερ μελέτας μᾶλλον ἐν σφίσιν αὐτοῖς ἢ ναυμαχίας πρὸς τοὺς ἐντυγχάνοντας ἀεὶ ποιούμενοι· εἴρηταί τε καὶ ἐνεθυμήθην ὡς ἑτέρῳ προείρηται. τέλος δʼ ἐπὶ Κυζίκῳ συμπεσόντες ὁμοῦ Λακεδαιμονίοις καὶ τοῖς ἀπὸ τῆς Ἑλλάδος καὶ τοῖς ἀπὸ τῆς Ἀσίας βαρβάροις καὶ Φαρναβάζῳ λαμβάνουσι τὰς ναῦς παρὰ τοσοῦτον οὐ πάσας παρʼ ὅσας διέφθειραν· καὶ Φαρναβάζου κακῶς τὸ συμβὰν ἰωμένου καὶ τὴν ἵππον ἐπεισάγοντος οἱ μὲν ἐκ ποδὸς ἱππομαχήσαντες, οἱ δʼ ἀπὸ τῶν νεῶν πάντα ὁμοῦ χειροῦνται, ναυτικὸν, ἱππικὸν, τοξότας τοὺς ἀπὸ Σικελίας, τοὺς ἐκ Πελοποννήσου, τὴν βασιλέως χορηγίαν, τὰς Λακεδαιμονίων ἐλπίδας, καὶ κενὸς ἤδη τοῖς ἐναντίοις ὁ πόλεμος ἦν καὶ πάντα φροῦδα ὥσπερ ἐκ ναυαγίας τινὸς ὡς ἀληθῶς. ὥσθʼ ἡ μὲν τοσοῦτον ὑπερβληθεῖσα ὑπὸ τῆς στάσεως πόλις οὐδʼ ὄνομα

Intertext edge

Open linked passage

Note