Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 13
Aristides, Aelius13 165 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
165.p99
165.p99
οἴκοι δυσκολίας οὕτω διέθετο ὥσθʼ ὅρον εἶναι σωφροσύνης πᾶσιν ἀνθρώποις καὶ μηδένα μηδʼ ὕστερον ἐξευρεῖν ἔχειν βέλτιον τῶν ὑπʼ ἐκείνων γενομένων μηδέν. ἔδειξε δὲ τῇ τʼ ἐπὶ τῶν τετρακοσίων μεταστάσει τῆς πολιτείας, ἣν ἀψοφητὶ κατέλυσε, καὶ τῷ πρὸς τοὺς τριάκοντα πολέμῳ, μηδέν τι πρὸς πλείους μετʼ ἐκείνους γενομένῳ. ἀλλὰ μὴν ἅμα σωφροσύνης τε καὶ τόλμης οὐδένες ἀνθρώπων σαφέστερα δείγματʼ ἐξήνεγκαν, οἵ γε ὀλίγῳ μὲν πλείους ὄντες ἢ πεντήκοντα οἱ πρῶτοι ταῦτα βουλεύσαντες ὁμοῦ πρός τε τὴν Λακεδαιμονίων ἀρχὴν γῆς καὶ θαλάττης οὖσαν καὶ πρὸς τοὺς ἐν αὐτῇ τῇ πόλει κινδυνεύειν ὑπέστησαν, οἰόμενοι δεῖν ἢ ζῆν ἐν ἐλευθερίᾳ, ἢ μὴ προσορᾶν τὸν ἥλιον, κακίας μάρτυρα ἑαυτοῖς γενόμενον. ἐπεὶ δʼ ἠγωνίσαντο μὲν πρὸς τοὺς ἀπὸ τοῦ ἄστεος, ἀντετάξαντο δὲ Λακεδαιμονίοις, ἔσχον δὲ τὸν Πειραιᾶ, παράδειγμα δʼ ἀνθρώποις τῶν ἐν τοῖς δεινοῖς ἐλπίδων ἐγένοντο, ὁ δῆμος ἤδη συνειλεγμένοι ἅμα τʼ εἰς χεῖρας παρῆσαν καὶ σχεδὸν εἰς λόγους, ὥσπερ ὑπὲρ ἀλλήλων, οὐχ ὑπὲρ αὑτῶν πολεμήσοντες ἑκάτεροι· ὥστε μὴ εἶναι διελέσθαι πότερον τῶν ἐναντίων ἦν καταρᾶσθαι τὴν στάσιν, ἢ τῶν εὔνων συνεύξασθαι τῇ πόλει, τοῦτόν γε λυθεῖσαν τὸν τρόπον. ἐνόσησε μὲν γὰρ τῇ τῶν πάντων ἀνθρώπων φύσει, ἰάθη δὲ τῇ ἑαυτῆς· ὥστε καὶ τοῦτο ζῆλον αὐτῇ μᾶλλον ἐνήνοχεν ἢ συμφοράν. βούλομαι δὲ τοσοῦτον ἔτι ὑπὲρ τῶν ἀνδρῶν ἐκείνων εἰπεῖν, ὅτι τῇ μὲν τόλμῃ παρῆλθον οὐ μόνον Λακεδαιμονίους, ἀλλὰ καὶ τοὺς Μαραθῶνι σχεδὸν τῶν προγόνων. οἱ μὲν γὰρ, εἰ καὶ πολὺ τῶν ἐναντίων ἥττους, ἀλλʼ οὖν ἐν πλήθει συντάγματος ὄντες ἐθάρρησαν, οἱ δʼ ὀλίγῳ πλείους ὄντες οἱ σύμπαντες ἢ πρὸς ὅσους τοὺς τυράννους ἠγωνίζοντο Φυλὴν κατέλαβον. καὶ οἱ μὲν εὐθενούσης τῆς πόλεως ξένους καὶ βαρβάρους, οἱ δʼ ἑτέρως πεπραγυίας Λακεδαιμονίους τῶν Ἑλλήνων ἄρχοντας καὶ τοὺς ἐκ τοῦ ἄστεος αὑτῶν ἐκράτησαν. κρατήσαντες δὲ

Intertext edge

Open linked passage

Note