Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 13
Aristides, Aelius13 166 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
166.p100
166.p100
εὐψυχίᾳ τοὺς ἐχθροὺς, ἐπιεικείᾳ τοὺς οἰκείους ἐνίκησαν. χρησάμενοι δʼ ἀμφοτέροις, καὶ τῇ παρὰ τοὺς ἀγῶνας ἀνδρείᾳ καὶ τῷ μετὰ τὰς πράξεις ἃ δεῖ βουλεύσασθαι, οὕτως ἀνεκτήσαντο τὴν πόλιν ὥστʼ εἴ τις βούλοιτο μὴ πάντα διηγεῖσθαι, ἐνεῖναι κλέψαι τὴν συμβᾶσαν ἐπὶ τοῦ πολέμου συμφοράν· οὕτως ἀκολούθους ταῖς ἄνω πράξεσι τὰς ἐφεξῆς καὶ προείλοντο καὶ κατώρθωσαν. καίτοι ἧς, ὅτε πάντων ἀπεστέρητο, τοσοῦτον ἡττῶντο Λακεδαιμόνιοι, πόσῃ τινὶ τῇ περιουσίᾳ χρὴ νομίζειν ταύτην ὑπεραίρειν;
166.p101
166.p101
ὃ δʼ οὐδενὸς ἧττον τῶν ὑπʼ ἐκείνων πραχθέντων ἄξιον εἰπεῖν τε καὶ τιμῆσαι, Λακεδαιμονίων γὰρ ἃ τοῖς τριάκοντα ἐδάνεισαν ἐπὶ τὸν δῆμον ἀπαιτούντων, ἐπειδὴ συνέβησαν, συνεξέτισεν ὁ δῆμος, ἵνʼ ἔργῳ τὰς συνθήκας βεβαιώσηται. καὶ μὴν Λακεδαιμόνιοι μὲν ὅπως ὡμίλουν ἀλλήλοις οὐκ ἂν ἔχοιμεν εἰπεῖν· ἔκρυπτον γάρ· ἡ δὲ πόλις πρὸς τῷ τὰ σφέτερα αὐτῆς οὕτω θέσθαι μετὰ πολλῶν μαρτύρων καὶ τοῖς ἄλλοις παράδειγμα κατέστη. τὸ γοῦν Ἀργείων πλῆθος νοσοῦν ὕστερον ἰάσατο καὶ ἔργῳ καὶ λόγῳ· πέμψασα γὰρ ὡς αὐτοὺς καὶ ὑπομνήσασα τῶν ἑαυτῆς διήλλαξε. φαίνονται τοίνυν ὁμοίως τά τε οἰκεῖα καὶ τὰ κοινὰ τῶν Ἑλλήνων πολιτευσάμενοι μόνοι τῶν ἄλλων· τούς τε γὰρ Ἕλληνας οὐ μόνον ἐκ τῶν πολεμίων ᾤοντο δεῖν ῥύεσθαι, ἀλλὰ καὶ νοσοῦντας ἐν αὑτοῖς ἀπαλλάττειν, αὐτοί τε καὶ πρὸς τοὺς ἔξω πολέμους καὶ πρὸς τὰς οἴκοι δυσκολίας παρεσκευασμένοι κρεῖττον ἐλπίδος ἑωρῶντο. οὐ δὴ τὸ τοὺς ἄλλοθεν ἥκοντας καὶ πολλῷ νεωτέρους πρὸς αὐτόχθονας καὶ πρεσβυτέρους, οὐδὲ τὸ τῆς πόλεως ἑτέροις καταδειξάσης, οὐδὲ τὸ μηδενὸς ἄλλου πλὴν τῶν εἰς τὸν πόλεμον προνοουμένους, τῆς πόλεως πλέον τοῖς ἄλλοις ἢ ταύτῃ νικώσης, οὐ ταῦτα μόνον δείκνυσι τὸ οὐκ ἴσον, ἀλλὰ καὶ τὸ ἐν αὐτοῖς τοῖς τοῦ πολέμου πράγμασι καὶ καιροῖς τοσοῦτον φαίνεσθαι κρατοῦσαν τὴν

Intertext edge

Open linked passage

Note