Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 13
Aristides, Aelius13 168 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
168.p103
168.p103
πολλοῦ καὶ συνεχοῦς ἐν Κορίνθῳ, μάχας τε πολλὰς προκινδυνεύσαντες, καὶ τειχίσαντες αὐτοὺς καὶ τὴν πόλιν διὰ πάντων φυλάξαντες, κάλλιστον ἐκεῖνο ἐπέθηκαν· ἔχοντες γὰρ τὸν Ἀκροκόρινθον καὶ παρὸν αὐτοῖς κατασχεῖν τὴν πόλιν, ἡνίκʼ ἐβούλοντο, οὐκ ἐδέξαντο οὐδʼ ἐβουλεύσαντο, ἔργῳ δείξαντες ὅτι τὸ τῶν προστατῶν πολεμοῦσιν, οὐχ αὑτοῖς ἰδίᾳ τι πράττοντες. καὶ τέλος εἰς τοῦτʼ ἀπορίας κατέστησαν Λακεδαιμονίους ὥστʼ ἐπὶ τὸν Περσῶν βασιλέα πάλιν καταφεύγουσι καὶ διʼ ἐκείνου ποιοῦνται τὴν θρυλουμένην εἰρήνην, τοὺς τὴν Ἀσίαν οἰκοῦντας Ἕλληνας προέμενοι, περὶ ὧν οὐδὲν ἔγωγε κατηγορῶ· ἀλλʼ εἴ τις ἔροιτο αὐτοὺς πότερον ἑκόντες ταῦτα συνεχώρησαν, ἢ βιασθέντες, εἰ μὲν ἑκόντες φήσουσιν, ἀνάγκη προδεδωκέναι φάσκειν, ὃ τίς ἂν πιστεύσειεν; εἰ δʼ ἄκοντες καὶ διʼ ἀνάγκην, ὁμολογοῦσιν ἡττῆσθαι δή που πρὸς τὴν πόλιν τοῖς ὅλοις· οὐ γὰρ ἂν, εἴ γʼ εἶχον ὅ τι χρήσονται τοῖς πράγμασιν, εἶτʼ ἐξεπίτηδες τοιαύτην αἰσχύνην ὑπέστησαν. ὥστε τῷ μόνῳ λειπομένῳ τῶν λόγων αὐτοὶ μαρτυροῦσι προέχειν τῷ πολέμῳ τότε τὴν πόλιν, καὶ ταῦτʼ οὐχὶ μικρόν. ἐπεὶ δὲ τῆς εἰρήνης ἐμνήσθην, πάλιν ἐνταῦθα ἐπανελθεῖν βούλομαι βραχύ τι. δυοῖν γὰρ ὄντοιν ἐξ ὧν κρίνονται πόλεις, πολέμου καὶ εἰρήνης, καὶ τούτων ἀμφοτέρων τοῖς Ἕλλησι πρὸς τοὺς βαρβάρους γενομένων, ἐπὶ μὲν τοῦ πολέμου τοσοῦτον διήνεγκεν ἡ πόλις ὥσθʼ ἃ μόνη κατειργάσατο, μέγιστα τῶν ἔργων ἐστίν· ἢ τοῖς ὕστερον εἴ τις τιθοῖτο, τοσοῦτον τῶν μετασχόντων ὑπερῆρεν, ὅσονπερ ἂν εἰ καθʼ αὑτὴν ἠγωνίζετο. χωρὶς δὲ τούτων τοῖς τρισὶ καιροῖς μαρτυρεῖται· τὰ μὲν γὰρ πρῶτα τοῦ πολέμου μόνη κατέπραξεν, ἐν δὲ τοῖς δευτέροις καὶ πρὸς τὸν βασιλέα προκινδυνεύσασα τὰ ἀριστεῖα ἠνέγκατο· τὰ δʼ αὖ τελευταῖα αὐτῆς ἐστιν ἴδια, αἱ περὶ Κύπρον καὶ Παμφυλίαν ναυμαχίαι καὶ πεζομαχίαι καὶ ὁ πολὺς δρόμος· ὥστε καὶ μόνη τοὺς βαρβάρους καὶ πρώτη νενίκηκε, καὶ

Intertext edge

Open linked passage

Note