Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 13
Aristides, Aelius13 170 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
170.p106
170.p106
κατορθοῦται, τῆς παρούσης ἔχονται τύχης, ὥσπερ οἱ θηρᾶν ἀδύνατοι τὸ ληφθὲν ἀπροσδοκήτως οὐ μεθιᾶσιν, οὐδʼ ἂν ἀποδόσθαι τις ἀξιώσῃ, τῆς ἀξίας τιμήσαιντʼ ἂν, ἀλλὰ τὴν αὑτῶν ἀδυναμίαν προστιθέντες πλεονάζουσιν. ἡ δʼ οἶμαι συνειδυῖα ἑαυτῇ κρείττων οὖσα τοῖς ὅλοις οὐδεπώποτʼ ἐμικρολογήσατο, ἐξ ἴσου τοῖς παροῦσι τὰ ἀπόντα ἐλπίζουσα· διὸ πάντα ῥᾷον τοῖς πολεμίοις ἀπέδωκεν ἢ ʼκεῖνοι τὰ σφέτερʼ αὐτῶν ἀπῄτησαν. καὶ μὴν ὅστις μὲν εἷς Λακεδαιμονίων τῆς πόλεως ἐκράτησεν οὐδʼ ἂν εἷς εἰπεῖν ἔχοι, ὅπου γε μηδʼ ἀπὸ κοινοῦ μόνοι· Ἀθηναίων δʼ ἀνὴρ εἷς τῆς θαλάττης Λακεδαιμονίους ἀφείλετο τὴν ἀρχὴν, μόνος ἀνθρώπων ἅμα τῷ βασιλεῖ στρατηγήσας καὶ τῇ πόλει, μᾶλλον δὲ τοῖς Ἕλλησιν. οὐδʼ ὁτιοῦν γὰρ τὸν πιστεύσαντα ἀδικήσας ἐτείχισε τὴν πόλιν καὶ τοὺς Ἕλληνας ἠλευθέρωσε, Λακεδαιμονίους κατὰ νῆσον καὶ πόλιν νικῶν. αὐτὴν τοίνυν τὴν τῆς θαλάττης ἀρχὴν ἡ μὲν πόλις ἐξ ὧν τοὺς βαρβάρους τοὺς φύσει πολεμίους ἐνίκησεν ἐκτήσατο, οἱ δʼ ἐξ ὧν ἡ πόλις ἠτύχησε. κτησάμενοι τοίνυν τὴν ἀρχὴν οἱ μὲν οὕτως ἕκαστα διεῖλον ὥστε τὸν διοικήσαντα παρʼ αὐτοῖς τοῖς Ἕλλησι δίκαιον κληθῆναι μόνον Ἑλλήνων ἀπὸ τούτου καὶ μηδὲν δεῖν περιττότερον σύμβολον εἰπεῖν τῆς ἐπωνυμίας, ἣν διʼ ἐκείνου τότε ἡ πόλις ἐκτήσατο, οἱ δʼ οὕτω τοὺς παραδόντας αὑτοὺς διέθηκαν ὥστε κάλλιστʼ ἀνθρώπων ἀπελογήσαντο ὑπὲρ τῶν κατὰ καιρούς τινας αἰτιῶν γενομένων παρʼ ἐνίων τῇ πόλει· αἴτιον δʼ οὐκ ὠμότης οὐδʼ ἅ τις ἂν φαίη τῶν ῥᾳδίως εἰωθότων ἐπιτιμᾶν, ἀλλὰ τὸ μὴ ἐξικνεῖσθαι τὰς φύσεις ἄχρι τοῦ ἴσου. καὶ μὴν οἱ μὲν πλέον ἢ ἑβδομήκοντα ἔτη κατέσχον, οἱ δʼ οὐδʼ εἰς τρεῖς Ὀλυμπιάδας διεφύλαξαν τὴν ἀρχήν· οὔκουν ὡς ἀληθῶς ἄλλως γʼ ἂν εἴη, εἰ μὴ τὸ πρῶτον Ὀλυμπίων προσαγόντων παρέλαβον.

Intertext edge

Open linked passage

Note