Orationes 13
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
171.p107
171.p107
ταῦτʼ ἐστὶν ἁγὼ τοῖς παρεξετάζειν βουλομένοις ἄχθομαι. ἴσως μὲν οὖν κἀγώ τισι ποιεῖν ἄτοπον δοκῶ, μεμφόμενος μὲν, αὐτὸς δʼ εἰς τοὺς ὁμοίους λόγους προεληλυθὼς, καὶ διʼ αὐτά γε ταῦτʼ εἰρηκὼς αὐτοὺς διʼ ἅ φημι δεῖν μὴ λέγειν. οὐ μὴν ἀλλʼ ἐξ αὐτῶν τούτων καὶ μάλιστʼ ἄν τις κατίδοι ὡς οὔτε ἡ χάρις θαυμαστὴ, ἣν οἴονται τῇ πόλει κατατίθεσθαι, οὔτʼ ἐξεπίτηδες τά γε τοιαῦτα ἀγωνιστέον. ὥστʼ εἴ τις ἀξιοῖ καὶ ἡμῖν ἄρρητα ταῦτʼ εἶναι, σχεδὸν τούτου χάριν εἴρηται· χωρὶς δὲ τούτων ἄνευ βλασφημίας οἱ λόγοι γεγόνασι καὶ τῆς παραπεσούσης χρείας ἕνεκα. οὐ γὰρ ἦν ἄλλως ὃ προειλόμην ἀποδεῖξαι, ὥστʼ ἐξ ὧν ἔφευγον, ἐκ τούτων προήχθην εἰπεῖν. δοκοῦσι γάρ μοι Λακεδαιμόνιοι τὸ τοῦ παρʼ Ὁμήρῳ Τεύκρου πρὸς τὸν Αἴαντα πεπονθέναι πρὸς τὴν πόλιν. καὶ γὰρ ἐκεῖνος τῶν ἄλλων προκινδυνεύων ὡς τὸν Αἴαντα ἀναχωρεῖ καὶ διʼ ἐκείνου φαίνεται, ὡς δʼ αὕτως καὶ κρύπτεται, καὶ Λακεδαιμόνιοι οἱ τῶν Ἑλλήνων προέχοντες καὶ προκινδυνεύοντες ἐν ταῖς χρείαις παῖδες τῇ πόλει παραβαλεῖν εἰσί. τεκμήριον δέ· τῶν γοῦν ὑπαρχόντων καὶ πεπραγμένων αὐτοῖς μέγιστα ταῦτʼ ἐστὶν ὧν κεκοινωνήκασι τῇ πόλει· καὶ τούτων ἃ μὲν διείλοντο ἀπέτυχον, ἃ δὲ σὺν τοῖς ἀπὸ τῆς πόλεως ἔπραξαν, ἐνδοξότατʼ ἀνθρώπων κατώρθωσαν. οὕτω διὰ τῆς πόλεως καὶ φαίνονται καὶ κρύπτονται πάλιν. οὐ μὴν ἀλλʼ ἔγωγε οὕτω παρὰ γνώμην εἰς τούτους ἐξήχθην τοὺς λόγους, ὥστʼ ἐβουλόμην ἂν καὶ τὰ τρόπαια ἃ μέλλω λέγειν ἀπʼ ἄλλων ὑπάρχειν ἀνακείμενα τῇ πόλει καὶ μὴ ἀναγκαῖον εἶναι προστιθέναι τοῖς πολλοῖς ὅτι ἀπὸ Λακεδαιμονίων. νῦν δʼ αὐτὰ τὰ πράγματα ταύτην ἄγει, ὥστʼ οὐ τοῦ παρεξετάσαι χάριν εἰρήσεται, ἀλλὰ τοῦ μὴ παντάπασι τὰς πράξεις παρελθεῖν· καὶ γὰρ εἰσὶν ἃς παρεξέλιπον· δεῖ δὲ, ὡς ἔοικεν, οὐ τοῦ τυχόντος δρόμου.