Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 13
Aristides, Aelius13 173 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
173.p110
173.p110
μετουσίαν δόντες, ὥσπερ τοῖς ἐκ Κορίνθου καὶ Θάσου καὶ Βυζαντίου μεταστᾶσιν. ἔπειθʼ ὡς καὶ τῆς διὰ τῶν ὅπλων ἐδέησε βοηθείας, ἐξελθόντες μικροῦ δεῖν ἅπαντες ὥσπερ πομπῆς ἀλλʼ οὐ κινδύνων μεθέξειν μέλλοντες, τὴν προτέραν αὐτῶν ἔξοδον μιμησάμενοι, τῇ δὲ γνώμῃ καὶ ὑπερβαλόμενοι. τότε μὲν γὰρ οὐκ οὔσης αὐτοῖς συμμαχίας πρὸς Θηβαίους ἐξῆλθον, ἐν δὲ τοῖς χρόνοις τούτοις καὶ τῶν στηλῶν τῶν περὶ τῆς συμμαχίας ὑπὸ Θηβαίων καθῃρημένων, ἀλλʼ ὅμως οὐχ ὑπελογίσαντο τὴν ἄνοιαν αὐτῶν τῇ χρείᾳ, οὐδὲ μᾶλλον τοῖς δικαίως κινδυνεύουσιν ὠργίσθησαν ἢ τοῖς ἀδίκως ἐπελθοῦσιν. οὕτω δὲ λαμπροῖς τοῖς λογισμοῖς χρησάμενοι πρέπουσαν τὴν τελευτὴν ἐπέθηκαν. οὐ γὰρ παρὰ μικρὸν ἐνίκησαν οὐδʼ ὡς φοβῆσαι μόνον Λακεδαιμονίους, ἀλλʼ ἐκβαλόντες τὴν φρουρὰν καὶ τοὺς ἁρμοστὰς ὑποσπόνδους ἀνήγαγον εἰς τὴν ἐξ ἀρχῆς τάξιν τὴν πόλιν. καὶ τοῦτον μὲν ὑπὲρ τῆς ἐλευθερίας τὸν ἀγῶνα τῆς Θηβαίων, τὸν δʼ ἐφεξῆς ὑπὲρ αὐτῆς ἤραντο τῆς σωτηρίας αὐτῶν. παροξυνθέντων γὰρ Λακεδαιμονίων πρὸς τὸ συμβὰν καὶ μετὰ πάσης συμμαχίας ἐπελθόντων ἀντετάξαντο πρὸ τῆς πόλεως τῆς Θηβαίων, στρατηγούς τε φοβερωτέρους ἐκείνοις ἀντεπιστήσαντες ἢ ʼκεῖνοι τοὺς σὺν Ἀγησιλάῳ παρείχοντο, καὶ διὰ πάντων σωτῆρες τῇ πόλει γενόμενοι. περιίσταται δέ με παντοδαπὰ ὥσπερ ἐν συγγραφῇ τῶν αὐτῶν χρόνων, ἃ μὴ ὅτι πάντα διεξελθεῖν εὔπορον, ἀλλʼ οὐδʼ ἑνὸς στρατηγοῦ πάντα ἑξῆς. ὧν τί παρεὶς τίνος μνησθῶ; πότερον τῆς ἐν Νάξῳ ναυμαχίας, ἔργου τοσούτου; ἢ τῶν περὶ Κέρκυραν ἀγωνισμάτων; ἢ τῶν ἐπὶ Θρᾴκης ὑπὲρ τῆς ἐκεῖ πραχθέντων Ἑλλάδος; ἢ τῶν ἐν Ἀκαρνανίᾳ; ἢ τῶν πανταχοῦ; ἢ πάντα τἄλλα ἀφεὶς ὃ μέγιστον ἔχω καὶ θαυμαστότατον καὶ μόνον ὡς ἀληθῶς τῶν Ἀθηναίων ἄξιον πρᾶξαι, τοῦτʼ εἴπω, τὸ ἐπειδὴ Θηβαῖοι Λακεδαιμονίους ἐν Λεύκτροις κρατήσαντες ἐξελεῖν ἐπενόουν καὶ

Intertext edge

Open linked passage

Note