Orationes 13
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
176.p114
176.p114
ἀπὸ τοῦ ἴσου γίγνεται. ὥστʼ εἴ τις ἀκριβολογεῖται περὶ τῶν δικαίων καὶ σοφιστὴς εἶναι μᾶλλον βούλεται ἢ τῇ τῶν πραγμάτων φύσει συγχωρεῖν, οὐκ ἂν φθάνοι διαγράφων πάσας ἀρχάς τε καὶ δυνάμεις ἁπλῶς· ὡς ἅπαντά γε ταῦτά ἐστιν ἐν τῷ θεσμῷ τοῦ κρείττονος. εἶθʼ ὑπὸ σοφίας ἄνεισι μέχρι τῶν θεῶν, ἐλέγχων, καὶ λέγων ὡς οὐδὲ οὗτοι τοῖς ἀνθρώποις ἐξ ἴσου προσομιλοῦσιν, ἀλλʼ ᾕρηνται κρείττους εἶναι. ἀλλʼ οἶμαι ταῦτʼ ἐστὶ γωνίας ἀξίων ἀνθρώπων καὶ τὸν ἥλιον οὐχ ἑορακότων, ὃς ἀφαιρεῖται τοὺς ἄλλους ἀστέρας τὸ φαίνεσθαι. εἰ δʼ ἀναγκαῖον τὸ πάσῃ δυναστείᾳ καὶ πάσῃ περιουσίᾳ τὰ τοιαῦτα προσεῖναι, καὶ οὗτός ἐστιν ἀρχῆς θεσμὸς, μὴ ἀπὸ τοῦ ἴσου πρὸς τοὺς ὑπηκόους κρίνεσθαι, τότε νικῶν ἀπίτω τις, ὅταν δείξῃ τῶν ἄλλων εἴτε Ἑλληνικῶν δυνάμεων εἴτε καὶ βαρβαρικῶν βασιλειῶν ἡντινοῦν ἐλάττονι τῷ τῆς πλεονεξίας γιγνομένῳ χρησαμένην ἢ τὸν τῶν Ἀθηναίων ἔστι δῆμον εὑρεῖν. φανήσεται γὰρ ἃ μὲν διαφερόντως ἐβουλεύσατο ἑνὸς ἀνδρὸς ἤθει κεχρημένος τοῦ βελτίστου, ἃ δʼ ἐγκαλοῦσί τινες, οὐ τῇ κοινῇ φύσει τῶν ἀνθρώπων ἐξαμαρτὼν, ἀλλὰ τῇ τῆς ἀρχῆς ἀκολουθήσας ἀνάγκῃ, καὶ δυνάμει μὲν ἄρχων καταστὰς τὸ ἐξ ἀρχῆς, φιλανθρωπίᾳ δὲ τὸ τῆς ἀρχῆς δεδοικὸς ἑκὼν μεθεὶς καὶ σχεδὸν αὐτὸς αὑτῷ τῶν ἐγκλημάτων αἴτιος γεγονώς. πλείστῳ γὰρ τῷ κοινῷ καὶ μετρίῳ πρὸς ἅπαντας χρησάμενος καὶ τρόπον τινὰ τῆς πολιτείας μᾶλλον κοινωνοὺς ποιησάμενος ἢ δυναστείας νόμῳ κατέχων, ταυτὸν τοῖς χρηστοῖς ἔπαθε τῶν δεσποτῶν· οὐ γὰρ διὰ τὴν ἄλλην ἐπιείκειαν χάριτος παρʼ ἐνίων ἔτυχεν, ἀλλʼ εἴ τι προσηνάγκασεν, ἐπιφανῶς ἔδοξε βιάζεσθαι. καὶ μὴν εἰ μὲν ἔχοντας τὸ τῶν ὑπηκόων σχῆμα ταῦτʼ εἰργασμένος φαίνεται, δῶμεν τοῖς ἐθέλουσι βλασφημεῖν· εἰ δὲ τοὺς μὲν ἀποστάντας καὶ παρʼ ἀξίαν ὑβρίσαντας εἰς αὐτὸν, τοὺς δʼ ἐκ τοῦ φανεροῦ πολεμίους ὄντας, ποτέροις ἄξιον ἐγκαλεῖν; οἶμαί γε τοῖς τὴν ἀνάγκην παρασχοῦσιν· ἐπεὶ κἀκεῖνοί μοι δοκοῦσιν ὥσπερ ἐνέχυρον