Orationes 13
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
177.p115
177.p115
αὐτὸ τοῦτʼ ἔχοντες ἐπαρθῆναι καὶ τούτῳ μάλιστα πιστεύσαντες ἁμαρτεῖν, οὐ τῷ διὰ τέλους κρατήσειν τῆς πόλεως, ἀλλὰ τῷ μηδʼ ἂν ληφθῶσι μηδὲν δεινὸν πείσεσθαι, ὡς Ἀθηναίους γε πεφυκότας σώζειν. δῆλον δέ· ἃ γὰρ περὶ Μυτιληναίων μετέγνωσαν τίς ἔχει νικῆσαι πόλις οἷς ἐξ ἀρχῆς ἐβουλεύσατο; ἐκεῖνοι γὰρ ἃ μὲν τῇ προτεραίᾳ διέγνωσαν τῆς κρίσεως ἦν καὶ ὧν ἠδίκηντο, ἃ δὲ τῇ ὑστεραίᾳ μετέγνωσαν τῆς πόλεως ἦν μόνης καὶ ἡ τριήρης τὴν τριήρη κατειλήφει. θαυμάζω δὲ εἰ τῶν μὲν ἰδιωτῶν τὴν ἔργῳ πάντες ἀπολογίαν τιμῶσι, τῆς πόλεως δὲ οὐχ ὁρῶσιν οἱ σεμνοὶ τὰ ἔργα διʼ οἵων καὶ ὅσων ἀπολελόγηται περὶ τούτων. καὶ ἡλίου μὲν καὶ σελήνης οὐχ ὅσα βλάπτουσι κατηγοροῦμεν, ἀλλʼ ὅσων ἀγαθῶν αἴτιοι γίγνονται θαυμάζομεν, τὴν πόλιν δʼ ἐξ ὧν ἐνίοις προσέκρουσεν, ἀλλʼ οὐκ ἐξ ὧν ἅπασιν ὡμίλησεν, οὐδʼ ἐκ τῆς ὅλης φύσεως κρινοῦμεν; οὐκ οἴομαί γε. ὥσπερ ἂν εἴ τις καὶ τῶν θεῶν κατηγοροίη τοὺς σκηπτοὺς καὶ τὰς βροντὰς, κἂν εἴ τι σεισθῇ, τὰς ὅλας καὶ κοινὰς εὐεργεσίας αὐτῶν ἀμελήσας σκοπεῖν. ἡ τοίνυν πόλις Σκιωναίους μὲν ἀνέστησε, τοὺς δʼ Ἕλληνας ἅπαντας καὶ κοινῇ καὶ καθʼ ἑκάστους ἔσωσε, καὶ ταῦτα μυριάκις. ἡδέως δʼ ἂν πυθοίμην τῶν ῥᾳδίως ἀξιούντων αὑτοὺς τὰ τηλικαῦτα κατηγορεῖν τίνας τοιούτους αὐτὴν ἀναστάτους ποιῆσαί φασιν οἵους ἀναστάτους ἐκώλυσε γενέσθαι Θηβαίους, ἢ τίνων τείχη καθελεῖν οἷα Κορινθίοις ἀνέστησεν, ἢ τίνας τοιούτους ἀνελεῖν οἵους διετήρησε Λακεδαιμονίους καὶ τὰς μετʼ ἐκείνων πόλεις, ἄλλοις τε πολλοῖς παλαιοῖς καὶ καλοῖς ἔργοις, καὶ τὰ τελευταῖα τῇ περὶ Μαντίνειαν ἀρίστῃ τῶν Ἑλληνικῶν, οἶμαι δὲ καὶ τῶν μνημονευομένων, ἱππομαχίᾳ.
177.p116
177.p116
ὃ δʼ ὡσπερεὶ κεφάλαιον τῶν χρόνων ἐκείνων ἐστὶ καὶ ὃ πάσας τῇ πόλει καὶ τὰς ἄνω καὶ τὰς τότε πράξεις