Orationes 13
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
187.p130
187.p130
κριταῖς νικᾷ καὶ πρός γε ἔτι ταῖς χώραις ἁπάσαις· ὥστʼ οὐκ ἄν τις ὀκνήσειεν εἰπεῖν ὅτι χρὴ καὶ πρώτην καὶ δευτέραν καὶ τρίτην αὐτὴν ἐν τοῖς Ἕλλησι κηρύττειν, ὥσπερ ἐν ἅρμασιν, εἰ δὴ καὶ ἅρμα γε ἀπὸ τῶν Ἀθηνῶν τὸ ἀρχαῖον, οὐκ ἀπὸ τῆς Σικελίας. εἶεν. ἀλλὰ ταῦτα μὲν τοιαῦτα.
187.p131
187.p131
τὰ δʼ αὖ τοῦ μεγέθους καὶ τῆς ἄλλης κατασκευῆς τίς οὐκ ἂν ἄξια τῆς ὅλης τύχης εἴποι καὶ τοῦ μεγάλου τῶν Ἀθηναίων ὀνόματος; τοῦτο μὲν αὐτὸν τὸν κύκλον τοῦ ἄστεος, μέγιστον μὲν τῶν Ἑλληνικῶν, κάλλιστον δὲ τῶν πανταχοῦ. καὶ σιωπῶ τείχη καθήκοντά ποτε ἐπὶ θάλατταν, ἡμερησίας ὁδοῦ μῆκος τὰ σύμπαντα, καὶ πρὸς τῇ θαλάττῃ κύκλους ἑτέρους ἀντιστρόφους τῶν περὶ τὴν πόλιν. ἀλλὰ τοὺς δήμους πάρεστι δή που θεωρεῖν, ὧν ἔνιοι λαμπρότερον τῶν ἀλλαχοῦ πόλεών εἰσι κατεσκευασμένοι, καὶ πάντα δὲ τὸν κόσμον καὶ τὸν παρὰ τῆς φύσεως καὶ τὸν παρὰ τῆς τέχνης ἐφάμιλλον κἀν τῇ πόλει κἀν τῇ χώρᾳ. τῶν μὲν αὐτοφυῶν, ἀήρ τε οὗτος ἐξαίρετος τοῦ πολλοῦ καὶ λιμένες τοσοῦτοι, ὧν εἷς ἕκαστος ἀντάξιος πολλῶν. ἔτι δʼ αὐτῆς τῆς ἀκροπόλεως ἡ θέσις καὶ τὸ ὥσπερ αὔρας εὔχαρι προσβάλλον πανταχοῦ. ὃ δὲ καὶ ἐν αὐτοῖς τούτοις ἄξιον ἐπισημήνασθαι, ταῖς μὲν γὰρ ἄλλαις πόλεσιν, ὅπως ἂν ἔχωσι τοῦ οὐρανοῦ, τῆς γε αὑτῶν χώρας ἐπιεικῶς ἡττᾶσθαι συμβέβηκε, τοῦ δὲ τῆς πάσης Ἀττικῆς ἀέρος οὕτως ἔχοντος ἄριστος καὶ καθαρώτατός ἐστιν ὁ τῆς πόλεως ὑπερέχων. γνοίης δʼ ἂν αὐτὴν ἐπὶ τῇ πόρρωθεν ὥσπερ αὐγῇ τῷ ὑπὲρ κεφαλῆς ἀέρι.
187.p132
187.p132
καὶ τὰ μὲν παρὰ τῆς φύσεως τοιαῦτα, πολλὰ τῶν ὄντων ἀφελόντι. τῶν δʼ αὖ τῆς τέχνης τί χρὴ μέγιστον θεῖναι ἢ τί πρῶτον εἰπεῖν; νεῴ τε γὰρ ἐνταῦθα οἱ αὐτοὶ μέγιστοι καὶ κάλλιστοι τῶν πανταχοῦ, καὶ ἀγάλματα ἄνευ τῶν οὐρανίων τῆς πρώτης τέχνης τὰ πρῶτα, καὶ παλαιὰ καὶ καινά· πρὸς δὲ τούτοις βιβλίων ταμιεῖα οἷα οὐχ ἑτέρωθι γῆς