Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 13
Aristides, Aelius13 191 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
191.p137
191.p137
μνησθήσομαι· Ἀργείους μὲν γὰρ στασιάζοντας ἐν αὑτοῖς ἔπαυσε, Κρῆτας δὲ πολεμοῦντας πρὸς ἀλλήλους διήλλαξεν. εὐσεβείας τοίνυν ἅμα καὶ πραότητος καὶ φρονήματος τίς ἂν εἰπεῖν ἔχοι δεῖγμα κάλλιον; Κορινθίων γὰρ ψηφισαμένων ποτὲ μὴ δέχεσθαι τῇ πανηγύρει τὴν ἐνθένδε θεωρίαν, ἀλλὰ καὶ διὰ πρεσβείας ἀπειπόντων τῇ πόλει μὴ πέμπειν, κοσμήσαντες ὁμοῦ τούς τε θεωροὺς καὶ τοὺς ὁπλίτας ἀπέστειλαν, ὡς δʼ ἦσαν Ἐλευσῖνι, Κορίνθιοι μὲν ἧκον σπενδόμενοι, οἱ δὲ τὴν θεωρίαν πέμψαντες τοὺς ὁπλίτας ἐπανήγαγον. ἀλλὰ μὴν τῶν γε μυστηρίων τὰ μὲν ὡς ἀρχαῖα τετίμηται, τὰ δʼ ὡς ἀναγκαῖα, τὰ δʼ ὡς πλείστοις γνώριμα. πάσαις τοίνυν ταῖς ψήφοις προφέρει τὰ Ἐλευσίνια. καὶ περὶ μὲν τῶν ἄλλων οὐχ ἡμῶν ὁ λόγος· μόνοι δὲ τῶν Ἑλλήνων καθʼ ἕκαστον ἔτος ποιεῖτε πανήγυριν οὐδεμιᾶς πεντετηρίδος φαυλοτέραν καὶ δέχεσθε τῷ Ἐλευσινίῳ πλείους ἢ ἕτεροι τῇ πάσῃ πόλει· καὶ πάντες ἐρίζουσιν ἀεὶ τὴν παροῦσαν ἑορτὴν νικᾶν πολυανθρωπίᾳ. ἀλλὰ μὴν Ἡρακλέα γε καὶ Διοσκούρους ἅπαντες δή που θεοὺς εἶναι νομίζουσι· τούτοις δέ γε, ἕως ὡμίλουν ἀνθρώποις, πρώτοις ξένων ἡ πόλις δείκνυσι τὰ ἱερά· ὥστε οἷς νῦν ἱερὰ δρῶμεν, τούτους ἱεροποιήσασα αὕτη φαίνεται. καὶ μὴν ἀγῶνάς γε τοῦ πρώτου τέλους μία δὴ πόλις αὕτη πλείστους ἁπάντων ἔτι νῦν ἄγει. ὡς δʼ εἰπεῖν, ἅπαντα ἢ παρʼ ὑμῖν ἐστι μόνοις, ἢ καὶ παρʼ ὑμῶν, καὶ τριῶν ἕν γέ τι συμβέβηκε· τὰ μὲν γὰρ παρʼ ὑμῶν ἤρξατο, τὰ δʼ ὡς κάλλιστα παρʼ ὑμῖν ἐστι, τὰ δʼ ὡς πλεῖστα. εἰσὶ τοίνυν οἳ μηδὲν ἔχοντες φανερὸν δεῖξαι μηδʼ εἰπεῖν ἔργον ἑαυτῶν, μηδὲ ἐφʼ ὅτῳ δικαίως ἂν φρονοῖεν, ἐπὶ τοὺς Τρωικοὺς καταφεύγουσι χρόνους καὶ φιλοτιμίας ἀμφισβητοῦσιν, οὐδʼ οὕτω λέγοντες οὐδὲν κοινὸν ἑαυτῶν, ἀλλʼ ἑνὸς ἀνδρὸς δόξης ἐξαρτώμενοι, οἷον Φθιῶται καὶ Πύλιοι καὶ Ἰθακήσιοι, ὥσπερ τινὲς γεωπεῖναι, διʼ ἑνὸς τῶν πλουσίων ἑαυτοὺς ποιούμενοι. ἡ πόλις δὲ πρὸς τῷ

Intertext edge

Open linked passage

Note