Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 13
Aristides, Aelius13 194 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
194.p141
194.p141
πόλει. ὥσπερ γὰρ ὁ πᾶς οὑτοσὶ κόσμος οἶμαι συνέστη μὲν ἐκ τεττάρων, ὡς ὁ παλαιὸς λόγος, αὐτὸ δʼ ἕκαστον αὖ τούτων μετέχει τῇ φύσει καὶ τῶν λοιπῶν, τῷ δʼ ὑπερβάλλοντι τὴν ἐπωνυμίαν χωρὶς ἕκαστον εἶδος εἴληφεν, οὕτω καὶ τὰς πολιτείας, εἰ καὶ ὅτι μάλιστα κεχωρισμέναι τυγχάνουσι, μετέχειν ἁμωσγέπως ἀλλήλων εἰκός ἐστιν, εἴπερ βασιλείαν ὀρθὴν καὶ δικαίαν ὄψεσθαι μέλλομεν, ἢ τῶν ὀλίγων ὡσαύτως δὲ πολλῶν ἀρχήν. γνοίη δʼ ἄν τις, εἰ τὰς μὲν βασιλείας τὰς ἐν τῇ πόλει πρὸς τὰς ἑτέρωθί που βασιλείας ἐπὶ τῶν αὐτῶν χρόνων, ἢ τῆς Ἑλλάδος ἢ τῆς βαρβάρου γεγονυίας ὁρῴη, τὴν δʼ αὖ δημοκρατίαν τὴν Ἀθήνησι πρὸς τὰς ἑτέρων δημοκρατίας, καὶ μὴν τό γε τῆς βουλῆς συνέδριον πρὸς τὰ ἑτέρωθί που κύρια καὶ ἡγούμενα. εἰ γὰρ δεῖ τῶν ἄλλων ἀποστάντα ὑπὲρ τῆς δημοκρατίας μόνης εἰπεῖν, φανήσονται τοῖς μὲν βουλήμασι καὶ ταῖς ἐπιθυμίαις πολλῷ προπετέστεροι καὶ ὑβριστότεροι πάντες οἱ τοῦ σχήματος τούτου μετασχόντες, τῷ δʼ ἀξιώματι καὶ τῇ λαμπρότητι μηδʼ ἐγγὺς τοῖς ἀπὸ τῆς πόλεως γεγενημένοι. καὶ μὴν ἐκεῖνό γε ἡ πόλις πρώτη κατέδειξε, μὴ τίθεσθαι πλούτῳ μηδὲ θαυμάζειν. οὔτε γὰρ τοὺς ὑπερέχοντας ταῖς οὐσίαις οὐδεπώποτε ἐπῆρεν, ἀλλʼ ὅσον μὴ ἀδικεῖσθαι διὰ τοῦτο, τοσοῦτον αὐτοῖς ἠξίου παρʼ αὑτῆς ὀφείλεσθαι, οὔτε τοῖς ἀρετῇ μὲν ὑπερφέρουσι, χρήμασι δʼ ἡττημένοις, οὐδαμοῦ πώποτʼ ἔλαττον ἔνειμεν, αἰσχρὸν οἶμαι νομίζουσα τῶν μὲν οἰκετῶν οὐ τοὺς εὐπορωτάτους, ἀλλὰ τοὺς πιστοτάτους βελτίστους νομίζειν, τῶν δʼ ἐλευθέρων φασκόντων εἶναι τὴν ἀξίαν ὡρίσθαι χρήμασιν, ἀλλὰ μὴ ὁποῖός τις ἂν αὐτὸς ἕκαστος ᾖ, τοιοῦτον καὶ νομίζεσθαι. καὶ γάρ τοι μόνη πόλεων οὐ μετέθηκε τὸν θεσμὸν, οὐδʼ ἐποίησε τὰ τῇ φύσει τρίτα τῷ νόμῳ πρῶτα· οὐδὲ ὥσπερ τῶν φασκόντων φιλοσοφεῖν ἔστιν ἰδεῖν ἐνίους λέγοντας μὲν οὕτω περὶ τούτων, ἔργῳ δὲ ὑποπίπτοντας καὶ συγχωροῦντας ἀεὶ τούτοις οὓς ἂν αἴσθωνται δυνατωτέρους, ἀλλὰ καὶ εἰς ἀρχὰς ἄγουσα καὶ

Intertext edge

Open linked passage

Note