Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 13
Aristides, Aelius13 92 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
92.p2
92.p2
τὴν εὔνοιαν ἤρκει παρὰ πάντων ὑμῖν εἶναι κατὰ φύσιν. οὐ μὴν ἀλλʼ οἷ βλέπων τὸ δίκαιον ἐποιούμην καὶ περὶ ἧς εἶχον ἐν νῷ τροφῆς εἰπεῖν, τῆς ὡς ἀληθῶς καθαρᾶς καὶ διαφερόντως ἀνθρώπου, τῆς ἐν μαθήμασι καὶ λόγοις, τίς οὕτως ἔξω τούτων ἐστὶν ὥστʼ ἀγνοεῖν παρʼ ὑμῶν οὖσαν ἅπασι τὴν ἀρχήν; ὥστε εἰκὸς καὶ τὸν περὶ τούτων λόγον δεῦρο κομίζειν καὶ τιμᾶν τοῖς γιγνομένοις τὴν πόλιν. ὡς τὰς μὲν ἄλλας χάριτας δικαίας μὲν, οὐ μὴν τῶν πραγμάτων ἄντικρυς εἶναι συμβέβηκε, μόνην δὲ ταύτην γνησίαν τῆς εὐεργεσίας ἔξεστι προσειπεῖν. ἡ γὰρ ὑπὲρ λόγων λόγῳ γιγνομένη χάρις οὐ μόνον τὸ δίκαιον ἔχει μεθʼ ἑαυτῆς, ἀλλὰ καὶ τὴν ἀπὸ τοῦ λόγου πρῶτον ἐπωνυμίαν βεβαιοῖ, μόνη γάρ ἐστιν ἀκριβῶς εὔλογος. μηδεὶς δὲ ὑμῶν, ὦ νῦν τε παρόντες τοῖς λόγοις καὶ χρόνῳ συνεσόμενοι, μηδεμίαν προπέτειαν μηδὲ εὐήθειαν καταγνῷ τοῦ παντὸς ἐγχειρήματος, εἰ μήτε προστησάμενοι σχῆμα φαυλότερον τοῦ λόγου μήτε ἃ πολλὰ καὶ ἐργώδη τῷ λόγῳ πρόσεστι δείσαντες ὑπέστημεν ἐκ τοῦ φανεροῦ τοσοῦτον ἀγῶνα. μάλιστα μὲν γὰρ, εἰ καὶ τοῦτο ἄξιον αἰτίας, οὐδὲ τὰ πρὸς τοὺς θεοὺς ἡμῖν γε παρεῖται τὸ μὴ οὐ τετολμῆσθαι. ἔπειτʼ οὐδέ με τοῦτο λέληθεν ὡς ἐργώδης ὁ λόγος καὶ χαλεπὸς διενεγκεῖν καὶ τὰς ἐκδρομὰς ὁπόσας ἔχει· ἃς καὶ συνιδεῖν ἁπάσας καὶ διελέσθαι καθʼ ἑκάστην καὶ πληρῶσαι διὰ τέλους ἀδύνατον μὴ οὐ σὺν μεγάλῃ καὶ λαμπρᾷ τῇ τύχῃ· πρὸς δὲ τούτοις, ἐφʼ ὅσοις ἔθνεσι τοῖς περὶ αὐτῶν εἰρηκόσι καὶ προκατειληφόσι τὰς ἀκοὰς ἐπερχόμεθα, μεῖζον ἔχοντες ἔργον ὅ τι φυλαξόμεθα ἢ ὅτῳ χρησόμεθα εὑρεῖν.

Intertext edge

Open linked passage

Note